1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

16

Τῶν πρῴην ἡμῖν εἰς ἐξέτασιν προτεθέντων λόγων καὶ τὴν ἀνάστασιν πιστουμένων πάντες μέν εἰσιν ὁμογενεῖς, ὡς ἐκ τῆς αὐτῆς φύντες ἀρχῆς· ἀρχὴ γὰρ αὐτοῖς ἡ τῶν πρώτων ἀνθρώπων ἐκ δημιουργίας γένεσις· ἀλλ' οἱ μὲν ἐξ αὐτῆς κρατύνονται τῆς πρώτης ἀρχῆς ἐξ ἧσπερ ἔφυσαν, οἱ δὲ παρεπόμενοι τῇ τε φύσει καὶ τῷ βίῳ τῶν ἀνθρώπων ἐκ τῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας λαμβάνουσιν τὴν πίστιν· ἡ μὲν γὰρ αἰτία, καθ' ἣν καὶ δι' ἣν γεγόνασιν ἄνθρωποι, συνεζευγμένη τῇ φύσει τῶν ἀνθρώπων ἐκ δημιουργίας ἔχει τὴν ἰσχύν, ὁ δὲ τῆς δικαιοσύνης λόγος, καθ' ὃν κρίνει θεὸς τοὺς εὖ ἢ κακῶς βεβιωκότας ἀνθρώπους, ἐκ τοῦ τούτων τέλους· φύονται μὲν γὰρ ἐκεῖθεν, ἤρτηνται δὲ μᾶλλον τῆς προνοίας. δεδειγμένων δὲ ἡμῖν τῶν πρώτων ὡς οἷόν τε, καλῶς ἂν ἔχοι καὶ διὰ τῶν ὑστέρων δεῖξαι τὸ προκείμενον, λέγω δὲ διὰ τῆς ὀφειλομένης ἑκάστῳ τῶν ἀνθρώπων κατὰ δικαίαν κρίσιν τιμῆς ἢ δίκης καὶ τοῦ κατὰ τὸν ἀνθρώπινον βίον τέλους, αὐτῶν δὲ τούτων προτάξαι τὸν κατὰ φύσιν ἡγούμενον καὶ πρῶτόν γε διασκέψασθαι τὸν περὶ τῆς κρίσεως λόγον, τοσοῦτον μόνον ὑπειπόντας φροντίδι τῆς προσηκούσης τοῖς προκειμένοις ἀρχῆς καὶ τάξεως ὅτι δεῖ τοὺς ποιητὴν τὸν θεὸν τοῦδε τοῦ παντὸς παραδεξαμένους τῇ τούτου σοφίᾳ καὶ δικαιοσύνῃ τὴν τῶν γενομένων ἁπάντων ἀνατιθέναι φυλακήν τε καὶ πρόνοιαν, εἴ γε ταῖς ἰδίαις ἀρχαῖς παραμένειν ἐθέλοιεν, ταῦτα δὲ περὶ τούτων φρονοῦντας μηδὲν ἡγεῖσθαι μήτε τῶν κατὰ γῆν μήτε τῶν κατ' οὐρανὸν ἀνεπιτρόπευτον μηδ' ἀπρονόητον, ἀλλ' ἐπὶ πᾶν ἀφανὲς ὁμοίως καὶ φαινόμενον μικρόν τε καὶ μεῖζον διήκουσαν γινώσκειν τὴν παρὰ τοῦ ποιήσαντος ἐπιμέλειαν. δεῖται γὰρ πάντα τὰ γενόμενα τῆς παρὰ τοῦ ποιήσαντος ἐπιμελείας, ἰδίως δὲ ἕκαστον καθ' ὃ πέφυκεν καὶ πρὸς ὃ πέφυκεν· ἀχρείου γὰρ οἶμαι φιλοτιμίας τὸ κατὰ γένη διαιρεῖν νῦν ἢ τὸ πρόσφορον ἑκάστῃ φύσει κατα- λέγειν ἐθέλειν. ὅ γε μὴν ἄνθρωπος, περὶ οὗ νῦν πρόκειται λέγειν, ὡς μὲν ἐνδεὴς δεῖται τροφῆς, ὡς δὲ θνητὸς διαδοχῆς, ὡς δὲ λογικὸς δίκης. εἰ δὲ τῶν εἰρημένων ἕκαστόν ἐστιν ἀνθρώπῳ κατὰ φύσιν καὶ δεῖται μὲν τροφῆς διὰ τὴν ζωήν, δεῖται δὲ διαδοχῆς διὰ τὴν τοῦ γένους διαμονήν, δεῖται δὲ δίκης διὰ τὸ τῆς τροφῆς καὶ τῆς διαδοχῆς ἔννομον, ἀνάγκη δήπου, τῆς τροφῆς καὶ τῆς διαδοχῆς ἐπὶ τὸ συν- αμφότερον φερομένης, ἐπὶ τοῦτο φέρεσθαι καὶ τὴν δίκην, λέγω δὲ συναμφότερον τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καὶ τὸν τοιοῦτον ἄνθρωπον γίνεσθαι πάντων τῶν πεπραγμένων ὑπόδικον τήν τε ἐπὶ τούτοις δέχεσθαι τιμὴν ἢ τιμωρίαν. εἰ δὲ κατὰ τοῦ συναμφοτέρου φέρει τὴν ἐπὶ τοῖς εἰργασμένοις δίκην ἡ δικαία κρίσις καὶ μήτε τὴν ψυχὴν μόνην δεῖ κομίσασθαι τὰ ἐπίχειρα τῶν μετὰ τοῦ σώματος εἰργασμένων (ἀπροσπαθὴς γὰρ αὕτη καθ' ἑαυτὴν τῶν περὶ τὰς σωματικὰς ἡδονὰς ἢ τροφὰς καὶ θεραπείας