ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τῆς αὐτῶν πονηρίας καὶ μοχθηρίας δεικνύς. Καὶ ταῦτα μὲν Ὅμηρος περὶ Παφλαγόνων. Αἱ δὲ παραθαλάσσιοι πόλεις, ἥ τε Σινώπη καὶ Ἄμαστρα καὶ τὸ Τήϊον καὶ ἡ λεγομένη Ἀμινσός, Ἑλληνίδες εἰσὶ πόλεις καὶ Ἑλλήνων ἄποικοι. ∆ιορίζει δὲ τὴν Παφλαγονίαν Ἅλυς μὲν ποταμὸς ἐξ ἀνατολῶν, πρὸς δὲ δυσμὰς ὁ καλούμενος Βίλλαιος. Καὶ αὕτη μὲν ἡ Παφλαγονία. Εἰσὶ δὲ οἱ Παφλαγόνες γένος Αἰγύπτιον, ἀπὸ Φινέως τοῦ πρώτου τὴν Παφλαγονίαν οἰκήσαντος, ὃς ἔσχεν υἱὸν Παφλαγόνα, ἐξ οὗ καὶ ἡ χώρα τὴν προσηγορίαν ἐκληρονόμησεν. Ἔχει δὲ πόλεις ἐπισήμους ἡ Παφλαγονία τοσαύτας· πρώτην μὲν μητρόπολιν Γάγγραν, δευτέραν δὲ Ἄμαστραν, τρίτην Σῶραν, τετάρτην ∆άδυβραν, πέμπτην Ἰωνόπολιν, ἕκτην Πομπηϊούπολιν· πομπὴ γάρ εἰσι καὶ ὄνειδος καὶ ἐξουθένημα τοῦ ἀνθρωπείου γένους. ασια.8 ˉˉΗ. Ὄγδοον θέμα τὸ ὀνομαζόμενον Χαλδία Τὸ δὲ καλούμενον θέμα Χαλδία καὶ ἡ μητρόπολις λεγομένη Τραπεζοῦς Ἑλλήνων εἰσὶν ἀποικίαι, καθὼς καὶ Ξενοφῶν ἐν τῇ Ἀναβάσει Κύρου λέγει· τὰ δὲ ἄνω καὶ μεσόγαια τῆς μικρᾶς Ἀρμενίας εἰσὶ προοίμια. Τοῦτο δὲ πιστοῦται ἐξ αὐτῶν τῶν ὀνομάτων· ἥ τε γὰρ Κελτζηνὴ καλουμένη καὶ ὁ Συσπειρίτης καὶ τὸ Γοιζάνον. Μαρτυρεῖ δὲ καὶ περὶ τούτων ἡ θεία Γραφὴ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· τοὺς γὰρ κατοικοῦντας τὴν Σαμάρειαν αἰχμαλώτους λαβόντες Ἀσσύριοι κατῴκισαν αὐτοὺς ἐν τῷ ποταμῷ Γοιζάνῳ. Ἔλαβε δὲ τὴν προσωνυμίαν τοῦ καλεῖσθαι Χαλδία ἐκ τῆς τῶν Περσῶν προσηγορίας καὶ τῆς αὐτῶν ἀρχαιογόνου πατρίδος Χαλδίας, ὅθεν καὶ Χαλδαῖοι προσονομάζονται. ασια.9 ˉˉΘ. Ἔνατον θέμα τῆς Μεσοποταμίασ Τὸ δὲ θέμα τῆς Μεσοποταμίας οὐ πολυχρόνιόν ἐστιν, οὐδὲ μέγα τι ἦν καὶ περιβόητον, ἀλλὰ κλεισοῦρά τις ἀνώνυμος καὶ ἀκατονόμαστος. Ἐπὶ δὲ τῶν ἡμερῶν τοῦ μακαρίου καὶ ἁγίου πατρός μου Λέοντος προσέφυγε Παγκρατούκας ἐκεῖνος ὁ Ἀρμένιος καὶ Πουκρίκας καὶ Ταυτούκας οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρέδωκαν τὰ ἐκεῖσε καστέλλια, καὶ ἐπλατύνθη ὁ τόπος καὶ ἐγένετο εἰς ὄνομα στρατηγίδος. ασια.10 ˉˉΙ. ∆έκατον θέμα Κολωνείασ Ἡ δὲ Κολώνεια κάστρον ἐστὶν ὀχυρώτατον καὶ κρημνῶδες· καὶ ἐκ τοῦδε τοῦ πολίσματος ἔλαβεν ἡ χώρα τὴν ἐπωνυμίαν τοῦ καλεῖσθαι Κολώ νεια· κολωνοὺς δὲ τοὺς ὑψηλοὺς καὶ ἐπηρμένους λόφους καλοῦσιν Ἕλληνες. Ἀπαρχὴ δέ ἐστι τῆς μικρᾶς Ἀρμενίας, ἀρχομένη μὲν ἀπὸ Νεοκαισαρείας, τῆς τοῦ θαυματουργοῦ Γρηγορίου πατρίδος καὶ τοῦ καλουμένου Φαλακροῦ ὄρους. Πλατυνομένη δὲ πρός τε τὴν Ἀραβρακηνῶν πόλιν τὴν τοῦ περιφανεστάτου καὶ μεγαλομάρτυρος Εὐστρατίου πατρίδα καὶ διήκουσα μέχρι Νικοπόλεως καὶ τῆς καλουμένης Τεφρικῆς, ἧς ἦρχε Χρυσόχειρ ἐκεῖνος ὁ τῶν Μανιχαίων περιβόητος ἀρχηγὸς καὶ Καρβέας, ὁ τούτου ἀνοσιώτερος· οὓς ἐξωλόθρευσε καὶ πρὸς τοὺς Ἅιδου κευθμῶνας ἀπέπεμψεν ὁ ἐμὸς πάππος κύριος Βασίλειος ὁ τῶν καθ' ἡμᾶς βασιλέων εὐτυχής τε καὶ εὐσεβέστατος. Καὶ ὧδε μὲν ἡ Κολώνεια. Ὡς δὲ προείπομεν, ἡ ἀρχαιογονία τοῦ θέματος ἐκ τῆς πρώτης τῶν Ἀρμενίων ἀρχῆς κατάγεται. ασια.11 ˉˉΙˉˉΑ. Ἑνδέκατον θέμα Σεβαστείασ Ὁμοίως δὲ καὶ τὸ θέμα Σεβαστείας καὶ αὐτὸ ἐκ τῆς δευτέρας Ἀρμενίας ἀπάρχεται. Τὸ δὲ τῆς πόλεως ὄνομα ἐκ τοῦ σεβαστοῦ Καίσαρος Ἰουλίου προσείληφε, τοῦ τὴν Καίσαρος ἀρχὴν πρώτου κρατυναμένου καὶ μοναρχίαν τὴν πολυαρχίαν κατασκευάσαντος. Καῖσαρ δὲ ἐπεκλήθη οὐκ ἐκ τῆς ἀξίας, ἀλλὰ ἐκ τῆς ἀνατομῆς τῆς γαστρὸς μητέρος αὐτοῦ. Τελευτησάσης γὰρ αὐτῆς, ἔσπαιρε τὸ βρέφος καὶ ἀπελάκτιζε· καὶ διατμηθείσης τῆς γαστρὸς αὐτῆς, ἐξῆλθε βρυχώμενος, ὥσπερ τις σκύμνος λέοντος· τὴν δὲ ἀνατομὴν τζαῖσαι καλοῦσιν οἱ Ῥωμαῖοι. Ὅθεν καὶ Τζαῖσαρ ἐπωνομάσθη διὰ τὴν ἀνατομὴν ὥσπερ εἴπομεν. Καὶ ταῦτα μὲν περὶ Σεβαστείας. Πᾶσαι οὖν αἱ πόλεις αἱ καλούμεναι Καισάρειαι ἐκ τοῦδε τοῦ φιλτάτου Καίσαρος τὴν προσωνυμίαν ἐσχήκασιν. ασια.12 ˉˉΙˉˉΒ. ∆ωδέκατον θέμα τῆς Λυκανδοῦ Ἡ δὲ Λυκανδὸς χθὲς καὶ πρὸς μικροῦ εἰς τάξιν θέματος ἐχρημάτισεν, ἀλλὰ καὶ πόλεως ἐπὶ