De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί ση

 θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα

 στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶ

 ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπ

 μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼ

 κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τού

 ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τ

 τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων·

 περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται.

 τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλ

 δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· ἀπὸ γὰρ τῆς

 νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρί

 τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς

 λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας κ

 Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαι

 μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ και

 αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζε

 ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος ***

στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶν ἐτάχθησαν. Σημαίνει δὲ τὸ τοιοῦτον ἀξίωμα τὸν ἔχοντα ὑφ' ἑαυτὸν στρατιώτας τοξοφόρους πεντακοσίους καὶ πελταστὰς τριακοσίους καὶ δεξιολάβους ἑκατόν. Οὕτως γὰρ κεῖται ἐν τῇ βίβλῳ Ἰωάννου Φιλαδελφέως τοῦ καλουμένου Λυδοῦ. ασια.2 ˉˉΒˉ. ∆εύτερον θέμα τὸ προσαγορευόμενον Ἀρμενιακόν Τὸ θέμα τὸ καλούμενον Ἀρμενιακὸν οὐ κύριον ἔχει τὸ ὄνομα οὐδὲ ἀρχαία τίς ἐστιν ἡ τούτου προσηγορία, ἀλλὰ ἀπὸ τῶν ὁμορούντων καὶ συνοίκων Ἀρμενίων τὴν προσηγορίαν ἐκτήσατο. ∆οκῶ δὲ εἰπεῖν ὅτι ἐπὶ Ἡρακλείου βασιλέως καὶ τῶν κάτω χρόνων τὴν τοιαύτην προσηγορίαν ἐκληρονόμησεν· οὔτε γὰρ Στράβων ὁ γεωγράφος τῆς τοιαύτης ὀνομασίας ἐμνήσθη, καίτοι Καππαδόκης ὢν τὸ γένος ἐξ Ἀμασείας τῆς πόλεως, οὔτε Μένιππος ὁ τοὺς σταδιασμοὺς τῆς ὅλης οἰκουμένης ἀπογραψάμενος, οὔτε μὴν Σκύλαξ ὁ Καρυανδηνός, οὔτε ἄλλος τις τῶν ἱστορίας γεγραφότων, οὔτε αὐτὸς Παυσανίας ὁ ∆αμασκηνός. Καὶ φαίνεται νεωτέρα ἡ τοιαύτη ὀνομασία· οὔτε γὰρ Προκόπιος, οὔτε μὴν Ἀγαθίας, οὔτε Μένανδρος, οὔτε Ἡσύχιος ὁ Ἰλλούστριος ἐμνημόνευσαν τοῦ τοιούτου ὀνόματος, οἱ τὰ χρονικὰ συντάξαντες ἐπὶ τῆς Ἰουστινιανοῦ βασιλείας. Τὴν γὰρ Καππαδοκίαν οἱ παλαιοὶ εἰς τρία τέμνουσι μέρη· εἴς τε Καταονίαν τὴν ἀπὸ Μελιτηνῆς ἀρχομένην, καὶ τὴν ἀπὸ τοῦ Ταύρου Ταυρικὴν ὠνομασμένην, καὶ αὐτὴν τὴν μεσόγαιον, ἐν ᾗ Καισάρεια ἡ πόλις ἡ τῶν Καππαδοκῶν μητρόπολις ἵδρυται. Καλοῦσι δὲ οἱ παλαιοὶ μεγάλην τε καὶ μικρὰν Καππαδοκίαν, μεγάλην μὲν τὴν ἀπὸ Καισαρείας καὶ τοῦ Ταύρου καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, ἣν διορίζει Ἅλυς μὲν ποταμὸς ἐκ δυσμῶν, Μελιτηνὴ δὲ ἐξ ἀνατολῶν. Καὶ αὕτη μὲν ἡ μεγάλη Καππαδοκία. Καὶ τούτων μάρτυς Πολύβιος, ὁ τὴν Ῥωμαϊκὴν ἱστορίαν γεγραφώς, ὃς διορίζει τὴν Καππαδοκίαν ἀπό τε τοῦ Ταύρου καὶ Λυκαονίας καὶ ἕως τῆς Ποντικῆς θαλάττης· καὶ αὐτὴ γὰρ ἡ Νεοκαισάρεια ἥ τε Κολώνεια καὶ ἡ Μελιτηνὴ σύμπασα Καππαδοκία λέγονται. Ἔστι δὲ τὸ ὄνομα περσικόν· Πέρσης γάρ τις ἀνὴρ *** ἐν κυνηγίῳ Ἀρταξέρξῃ τῷ βασιλεῖ, ἢ οὐκ οἶδα ἄλλῳ τινί· λέων προσαπαντήσας τοῦ ἵππου τοῦ βασιλέως ἐδράξατο. Καὶ κατὰ τύχην εὑρεθεὶς ὁ Πέρσης ἐν τῷ τοῦ θηρὸς συναντήματι, τὸν ἀκινάκην σπασάμενος ἐρρύσατο τὸν βασιλέα παρὰ μικρὰν κινδυνεύοντα καὶ τὸν λέοντα ἐθανάτωσεν. Οὗτος οὖν ὁ Πέρσης ἐπί τινος ὄρους ὑψηλοτάτου ἀναβὰς καὶ πᾶσαν τὴν γῆν περισκοπήσας ὅσην ὀφθαλμὸς ἀνθρώπινος περιβλέπει κατά τε ἀνατολὰς καὶ δυσμάς, ἄρκτον τε καὶ μεσημβρίαν, δωρεὰν παρὰ τοῦ βασιλέως πᾶσαν εἴληφε. Ταῦτα δὲ ἱστορεῖ Πολύβιος. Καὶ κατοικεῖται πρὸς μὲν Κολώνειαν παρὰ Ἀρμενίων, πρὸς δὲ τὴν μεσόγαιον, ὅπουπερ ἔστιν ἡ Ἀμάσεια καὶ ὁ λεγόμενος ∆αζυμών, παρὰ τῶν καλουμένων Λευκοσύρων· ὅμως πάντας τοὺς Καππαδόκας καὶ τοὺς μέχρι θαλάττης τῆς Ποντικῆς κατοικοῦντας [Ἡρόδοτος] Στράβων Λευκοσύρους καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν Σύρων τῶν ἐπέκεινα τοῦ Ταύρου καὶ Κιλικίας οἰκούντων Μελανοσύρων προσαγορευομένων. Μικρὰ δὲ Καππαδοκία, ἡ νῦν χρηματίζουσα εἰς θέμα, ἥτις ὅμορός ἐστι Λυκαονίας καὶ διαβαίνει μέχρις αὐτῆς Καισαρείας, πλατύνεται δὲ ἕως ἀρχῆς τῶν Βουκελλαρίων, καταλήγει δὲ πρὸς ἀνατολὰς μέχρις αὐτῆς Ῥοδεντοῦ καὶ τοῦ φρουρίου τοῦ καλουμένου Λούλου καὶ αὐτῆς Ποδενδοῦ. Τὰ δὲ ἐπέκεινα τῆς Κιλικίας εἰσὶ μέρη, ὧν ἀπάρχεται ἡ Ταρσὸς καὶ ἡ Μόμψου ἑστία καὶ Ἄδανα. Καὶ ἥδε μὲν ἡ μικρὰ Καππαδοκία ἡ ἀρτίως εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐπὶ δὲ τῶν ἄνω χρόνων εἴτε Ἰουστινιανοῦ εἴτε ἄλλων τινῶν τῶν βασιλέων τμηθείσης τῆς Καππαδοκίας εἰς τρία μέρη, τὸ μὲν μεσόγαιον ἐκλήθη Χαρσιανόν, ἀπὸ Χαρσίου τινὸς ἄρχοντος τῷ τότε καιρῷ παρευδοκιμήσαντος ἐν τῷ πρὸς Πέρσας πολέμῳ, καὶ διὰ τοῦτο εἰς θέματος τάξιν καὶ στρατηγίδα μέχρι τοῦ νῦν ἐχρημάτισε· τὸ δὲ κάτω καὶ πρὸς θάλασσαν ἐκλήθη Ἀρμενιακόν, διὰ τὸ εἶναι αὐτὸ πλησιόχωρον τῶν Ἀρμενίων· τὸ δὲ ἄνωθεν καὶ