De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί ση

 θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα

 στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶ

 ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπ

 μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼ

 κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τού

 ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τ

 τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων·

 περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται.

 τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλ

 δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· ἀπὸ γὰρ τῆς

 νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρί

 τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς

 λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας κ

 Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαι

 μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ και

 αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζε

 ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος ***

ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπὸ τὴν Περσικὴν ἐξουσίαν, πρὶν ἢ τὸ Ῥώμης αὐξηθῆναι βασίλειον. Ἐγένετο δὲ καὶ αὐτόνομος, ὅτε Ἀριαράθης ἦρχεν αὐτῆς ὁ βασιλεύς, ἐξ οὗ ἡ λίμνη ἡ τὸ ἅλας τίκτουσα, ἣν ἀρτίως βαρβαρίζοντες Καράτειαν καλοῦσιν, Ἀριαράθεια ἐπωνόμαστο. Μετὰ δὲ Ἀριαράθην βασιλεύει αὐτῆς Ἀρχέλαος ὁ κηδεστὴς Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Μετὰ δὲ τοῦτον παυσαμένης τῆς βασιλείας, εἰς ἐπαρχίαν παρὰ τῶν Ῥωμαίων τὸ σχῆμα μετέβαλε, καὶ ἀνθύπατος ταύτην ἐδασμολόγει τε καὶ διέταττεν. Εἰσὶ δὲ πόλεις ἐπίσημοι κατὰ τὴν πρώτην ἐπαρχίαν τέσσαρες· Καισάρεια μητρόπολις, ἡ ἀπὸ τοῦ μεγάλου Καίσαρος Ἰουλίου ὠνομασμένη, ἥτις πρότερον ἐκαλεῖτο Μάζακα, ἀπὸ Μουσὼχ τοῦ τῶν Καππαδοκῶν ἀρχεγόνου· δευτέρα πόλις Νύσσα· τρίτη τὰ Θέρμα, τετάρτη Ῥεγεποδαντός. Τῆς δὲ δευτέρας Καππαδοκίας εἰσὶ πόλεις ὑπὸ ἡγεμόνα ὀκτώ· Τύανα, Φαυστινούπολις, Κύβιστρα, Ναζιανζός, Σάσιμα, Παρνασός, Ῥεγέδωρα, Μωκισσὸς καὶ φρούριον τὸ καλούμενον Κόρον. Τῆς δὲ τρίτης Καππαδοκίας, ἣ νῦν ὀνομάζεται Ἀρμενιακός, εἰσὶ πόλεις ἑπτά· Ἀμάσεια, Ἴβωρα, Ζάλιχος, Ἄνδραπα, Ἀμινσός Νεοκαισάρεια, Σινώπη. ∆ισβεβόηται δὲ παρὰ πᾶσιν ἐπὶ κακοτροπίᾳ τὸ τῶν Καππαδοκῶν γένος, ὡς καὶ παροιμίαν περὶ αὐτῶν ἐξενεχθῆναι τοιαύτην· "τρία κάππα κάκιστα· Καππαδοκία Κρήτη Κιλικία". Καὶ ἐν ἐπιγράμμασι· Καππαδόκαι φαῦλοι μὲν ἀεί· ζώνης δὲ τυχόντες, φαυλότεροι· κέρδους δ' εἵνεκα φαυλότατοι· ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης, δὴ τότε γίνονται φαυλεπιφαυλότατοι. Καὶ ἄλλως· Καππαδόκην ποτ' ἔχιδνα κακὴ δάκεν· ἀλλὰ καὶ αὐτὴ κάτθανε γευσαμένη αἵματος ἰοβόλου. Ἐκ δὲ ταύτης τὰ τοιαῦτα βλασφημουμένης ἐβλάστησαν ἄνδρες, μᾶλλον δὲ εἰπεῖν, ἐξανέτειλαν ὥσπερ ἀστέρες πολύφωτοι, ἐπὶ σοφίᾳ διαβόητοι, ζηλωταὶ τῆς Χριστιανῶν πίστεως, Γρηγόριος ὁ Θαυματουργὸς ὁ Νεοκαισαρείας ἐπίσκοπος, Φαίδιμός τε ὁ Ἀμασείας καὶ Βασιλεὺς ὁ ἀοίδιμος ὁ ἐπὶ Λικινίου μαρτυρήσας ὑπὲρ τῆς τῶν Χριστιανῶν πίστεως καὶ ὁ Βασιλίσκος ὁ Κομάνων ἀρχιεπίσκοπος ὃς καὶ αὐτὸς μαρτυρίῳ ἐτελειώθη, μεθ' οὗ κατετέθη τὸ λείψανον Ἰωάννου τοῦ Χρυσοστόμου, Βασίλειός τε ὁ μέγας ὁ Καισαρείας ἐπίσκοπος· καὶ ὁ Θεολόγος Γρηγόριος, ὁ Ναζιανζοῦ τὴν ἐπισκοπὴν κληρωσάμενος, νυνὶ ἐν τῷ τῶν Ἀποστόλων ναῷ κατατεθεὶς μετὰ τῶν πατριαρχῶν ταύτης τῆς πόλεως ὑπὸ τοῦ εὐσεβοῦς καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου, οἵ τε ἀδελφοὶ τοῦ μεγάλου Βασιλείου, Πέτρος τε καὶ Γρηγόριος καὶ Ναυκράτιος, Καισάριός τε ὁ ἀδελφὸς Γρηγορίου τοῦ Θεολόγου. Καὶ ταῦτα μὲν τὰ τῆς Καππαδοκίας ὡς ἐν ἐπιτομῇ. ασια.3 ˉˉΓˉ. Τρίτον θέμα τῶν Θρᾳκησίων Τὸ δὲ νῦν καλούμενον Θρᾳκησίων θέμα πάλαι μὲν καὶ κατ' ἀρχὰς Ἀσία μικρὰ ὠνομάζετο, καὶ ὁ ταύτης κρατῶν ἀνθύπατος Ἀσιάρχης ἐλέγετο. Καὶ ἵνα μὴ λέγω τοὺς ἔξωθεν, αὐτὸς ὁ μάρτυς τῆς ἀληθείας Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων τὸ αὐτὸ λέγει, μεμνημένος Ἀλεξάνδρου τοῦ τότε πρωτεύοντος τῶν Ἐφεσίων, Ἀσιάρχην αὐτὸν ἀποκαλῶν. Θρᾳκήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τοιαύτης αἰτίας· ἐπὶ τῶν ἡμερῶν Ἀλυάττου τοῦ τῶν Λυδῶν βασιλέως, ἀνήρ τις μετὰ γυναικὸς καὶ τῶν ἑαυτοῦ τέκνων ἐκ Μυσίας τῆς τῶν Θρᾳκῶν χώρας ὁρμώμενος, -ἧς καὶ Ὅμηρος μνημονεύει λέγων οὕτως· Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν- διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας εἰς χώραν τὴν λεγομένην Λυδίαν καὶ κατῴκησε πλησίον τῆς πόλεως Σάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τὸ τῆς πόλεως τεῖχος καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς ἐπὶ μὲν τῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἠλακάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἵππος τις προσεδέδετο· καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στάμνος ἦν μεστὸς ὕδατος, ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νήθουσα ἐκ τῆς ἠλακάτης τὸν ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἠκολούθει ὁ ἵππος ἀπὸ τῆς πηγῆς πεποτισμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς