De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί ση

 θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα

 στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶ

 ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπ

 μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼ

 κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τού

 ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τ

 τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων·

 περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται.

 τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλ

 δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· ἀπὸ γὰρ τῆς

 νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρί

 τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς

 λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας κ

 Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαι

 μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ και

 αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζε

 ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος ***

τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλάκις αὐθάδεις τε καὶ ὑβριστὰς γενέσθαι πρὸς τὰς τῶν βασιλέων ἐπιταγάς. Ἡ δὲ Ῥόδος ἡ νῆσος μέση μὲν κεῖται τοῦ θέματος· ἀποβλέπει δὲ πρὸς βορρᾶν τε καὶ νότον, δελτωτὴ τὸ σχῆμα, τὴν δὲ γραμμὴν τρίγωνος. ∆ωριέων δέ ἐστιν ἄποικος τῶν ἐκ Πελοποννήσου, Ἀργείων τε καὶ Λακεδαιμονίων τῶν ἀπὸ τῆς Ἡρακλέους γενεᾶς καταγομένων, καθὼς καὶ αὐτὸς Ὅμηρος ἐν τῷ τῶν νεῶν καταλόγῳ περὶ αὐτῆς τάδε φησί· Τληπόλεμος δ' Ἡρακλείδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. Καὶ ὧδε τὰ περὶ Ῥόδου. ασια.15 ˉˉΙˉˉΕ. Πεντεκαιδέκατον θέμα· Ἐπαρχία τῆς νήσου Κύπρου Ἐπαρχία Κύπρου τῆς νήσου ὑπὸ κονσιλάριον, τουτέστι βουλευτήν, πόλεις δεκατρεῖς· Κωνσταντία μητρόπολις, Κίτιον, Ἀμαθοῦς, Κυρήνεια, Πάφος, Ἀρσινόη, Σόλοι, Λάπιθος, Κέρμεια [ἤτοι Λευκουσία], Κυθερεία, Ταμασία, [Κούριον, Νέμευος,] Τρίμυθος, ὅθεν ὁ ἅγιος Σπυρίδων, Κάρπασος. Ἡ μὲν Κύπρος ἡ νῆσός ἐστι μεγάλη καὶ ἐπιφανεστάτη, κειμένη ἐν τῷ Παμφυλίῳ κόλπῳ, καθώς φησιν ὁ Περιηγητὴς ∆ιονύσιος· Κύπρος δ' εἰς αὐγὰς Παμφυλίου ἔνδοθι πόντου. Ἐκλήθη δὲ ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βύβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ Περὶ νήσων καὶ Ἴστρος ἐν Ἀποικίαις Αἰγυπτίων ἱστόρησαν. Ἐβασιλεύετο δὲ πρότερον ὑπὸ πολλῶν καὶ διαφόρων βασιλέων. Κατελύθη δὲ ἡ τοιαύτη βασιλεία ὑπὸ τῶν Μακεδόνων, τουτέστι τῶν Πτολεμαίων. Ἕως γὰρ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐβασιλεύετο, ἤγουν ἐτυραννεῖτο, ὑφ' ὧν τυράννων καὶ Ἀνάξαρχος ὁ φιλόσοφος ἀναιρεῖται μετὰ τὸν θάνατον Ἀλεξάνδρου, διὸ καὶ Ἰσοκράτης ὁ ῥήτωρ πρὸς ∆ημόνικον τὸν αὐτῆς βασιλεύοντα λόγους διαφόρους πεποίηκε. Κρατησάντων δὲ τῶν Ῥωμαίων ἐπαρχία γέγονε, καὶ διῃρέθη, ὡς προλέλεκται, εἰς πόλεις δεκατρεῖς. Τοῦ χρόνου δὲ παραδραμόντος καὶ τῶν Ῥωμαίων ὅπλων κατιωθέντων ἐξ ἀμελείας, ἐκράτησαν αὐτῆς οἱ Σαρακηνοὶ ἐπὶ τῆς βασιλείας Ἡρακλείου. Καὶ πρῶτος ἐν αὐτῇ διαπεράσας Ἀβουβάχαρος, οὗ καὶ τῆς θυγατρὸς τάφος ἐν αὐτῇ φαίνεται, ταύτης ἐκράτησεν. Ὁ δὲ μακάριος καὶ περιώνυμος ἐν βασιλεῦσι ὁ ἐμὸς πάππος Βασίλειος εἰς θέματος τάξιν αὐτὴν κατέστησε, καὶ διεπέρασεν ἐν αὐτῇ Ἀλέξιον στρατηγὸν ἐκεῖνον τὸν περιβόητον, τὸ γένος Ἀρμένιον, ὃς καὶ ἐπεκράτησεν αὐτῆς χρόνους ἑπτά. Πάλιν δὲ ἀφῃρέθη ὑπὸ τῶν Σαρακηνῶν καὶ ταύτην φορολογοῦσι ὥσπερ καὶ πρότερον. ασια.16 ˉˉΙˉ. Ἑξκαιδέκατον θέμα Σάμου Ἡ νῆσος αὕτη ὀνομασίαν ἔσχε τοῦ καλεῖσθαι Σάμος ἀπὸ Ἀγκαίου καὶ Σαμίας τῆς Μαιάνδρου τοῦ ποταμοῦ θυγατρός, ἢ διὰ τὸ ὑψηλὸν τῆς νήσου καὶ ἀπόκρημνον. Οἱ γὰρ παλαιοὶ Ἕλληνες σάμον τὸ ὑψηλὸν ἐκάλουν τόπον. Ταύτης ἐκράτησε τῆς νήσου Πολυκράτης ἐκεῖνος ὁ εὐτυχέστατος, οὗ καὶ Ἡρόδοτος μνείαν οὐ μικρὰν ἐποιήσατο. Σοφοὶ δὲ γεγόνασιν ἐξ αὐτῆς ἐξοχώτατοι ὅ τε Πυθαγόρας ὁ Σάμιος, ὁ Μνησάρχου υἱός, Ἑπίκουρός τε ὁ Νεοκλέους, καὶ Μελισσὸς καὶ ἄλλοι πλείονες. Ὅτε γοῦν ἐγένετο ὁ μερισμὸς τῶν θεμάτων, διὰ τὸ εἶναι ἐπιφανεστάτην τὴν νῆσον, μητρόπολιν αὐτὴν καὶ ἀρχὴν τοῦ θέματος τῶν πλωϊζομένων τεθείκασιν. Ἡ γὰρ μεσόγειος καὶ ἡ καταντικρὺ ἄκρα τῆς Σάμου, αὐτή τε ἡ Ἔφεσος καὶ Μαγνησία καὶ Τράλλεις ἥ τε Μύρινα καὶ Τέως καὶ Λέβεδος καὶ ἕως τοῦ Ἀτραμυττίου, τὰ ἄνω καὶ πρόσγεια τῷ τῶν Θρᾳκησίων στρατηγῷ, ἤγουν τῷ ἡγουμένῳ τοῦ ἱππικοῦ τάγματος ἐκείνῳ ἐκληροδοτήθησαν. ∆ιῄ ρηται δὲ τὸ θέμα τῆς Σάμου εἰς τούρμας δύο, μίαν μὲν τὴν Ἐφέσιον, δευτέραν δὲ τὴν Ἀτραμυττηνήν. Ὁ δὲ στρατηγὸς τοῦ θέματος αὐτὴν ἔλαχε Σμύρναν τὴν πόλιν πραιτώριον. Καὶ ταῦτα μὲν περὶ τοῦ θέματος Σάμου. ασια.17 ˉˉΙˉˉΖ. Ἑπτακαιδέκατον θέμα τοῦ Αἰγαίου πελάγουσ Τὸ δὲ καλούμενον Αἰγαῖον πέλαγος, καὶ αὐτὸ χρηματίζον εἰς θέμα, ἀπὸ Αἰγέως τοῦ Ποσειδῶνος υἱοῦ τὴν προσωνυμίαν ἔλαχε, καθώς φασιν οἱ τὸν Ὅμηρον σχολιογραφήσαντες. Οὐκ ἔστι