De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί ση

 θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα

 στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶ

 ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπ

 μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼ

 κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τού

 ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τ

 τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων·

 περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται.

 τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλ

 δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· ἀπὸ γὰρ τῆς

 νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρί

 τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς

 λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας κ

 Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαι

 μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ και

 αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζε

 ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος ***

μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼν οὖν ὁ βασιλεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμήν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκης βασιλέα ποιησάμενος Κότυν ὀνομαζόμενον, ἐκεῖθεν ἔλαβεν ἄνδρας μετοίκους μετὰ γυναικῶν καὶ τέκνων ὄχλον ἱκανόν. Ἐκ τούτου τοῦ γένους ὠνομάσθησαν οἱ τὴν μικρὰν Ἀσίαν οἰκοῦντες Θρᾳκήσιοι, διὰ τὸ εἶναι αὐτοὺς ἐργοπόνους ἐργώδεις τε καὶ χειρώνακτας. Ὅλον δὲ τὸ τῶν Θρᾳκησίων θέμα ἐκ γενῶν συνίσταται τοιῶνδε· Λυδῶν, Μαιόνων, Καρῶν, Ἰώνων· καὶ Ἴωνες μὲν καλοῦνται οἱ κατοικοῦντες Μίλητόν τε καὶ Ἔφεσον· οἱ δὲ τὸ μεσόγαιον Σαρδιανοί, Λυδοί τε καὶ Μαίονες καὶ Κᾶρες καὶ οἱ τῆς μικρᾶς Φρυγίας οἰκήτορες. Καὶ οὕτως μὲν οἱ Θρᾳκήσιοι. Ταύτην δὲ τὴν ἱστορίαν Νικόλαος ὁ ∆αμασκηνὸς γράφει ἐν τῷ ὀκτωκαιδεκάτῳ αὐτοῦ βιβλίῳ, ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως. Ὠνομάσθησαν δὲ Θρᾳκήσιοι διὰ τὸ εἶναι αὐτοὺς ἐκ τῆς τῶν Θρᾳκῶν γῆς, ὥσπερ εἴπομεν. Εἰσὶ δὲ πόλεις περὶ τὴν Ἀσίαν εἴκοσι· πρώτη μὲν Ἔφεσος, δευτέρα δὲ Σμύρνα, τρίτη Σάρδεις, τετάρτη Μίλητος, πέμπτη Πριήνη, ἕκτη Κολοφών, ἑβδόμη Θυάτειρα, ὀγδόη τὸ Πέργαμον, ἐνάτη Μαγνησία, δεκάτη Τράλλη, ἑνδεκάτη Ἱεράπολις, δωδεκάτη Κολοσσαὶ αἱ νῦν λεγόμεναι Χῶναι, οὗ ἔστι ναὸς διαβόητος τοῦ ἀρχαγγέλου Μιχαήλ, τρισκαιδεκάτη Λαοδίκεια, τεσσαρεσκαιδεκάτη Νύσσα, πεντεκαιδεκάτη Στρατονίκεια, ἑξκαιδεκάτη Ἀλάβανδα, ἑπτακαιδεκάτη Ἀλίνδα, ὀκτωκαιδεκάτη Μύρινα, ἐννεακαιδεκάτη Τέως, εἰκοστὴ Λέβεδος, [εἰκοστὴ πρώτη Φιλαδέλφεια] καὶ ἄλλαι τινές. Καὶ ταῦτα μὲν περὶ τοῦτον. ασια.4 ˉˉ∆. Τέταρτον θέμα τὸ ὀνομαζόμενον Ὀψίκιον Τὸ δὲ θέμα τὸ καλούμενον Ὀψίκιον πᾶσιν ἔχει γνώριμον τὴν προσηγορίαν· ὀψίκιον γὰρ ῥωμαϊστὶ λέγεται, ὅπερ σημαίνει τῇ Ἑλλήνων φωνῇ τοὺς προπορευομένους ἔμπροσθεν τοῦ βασιλέως ἐπὶ εὐταξίᾳ καὶ τιμῇ. Ὅθεν οὐδὲ στρατηγὸς χρηματίζει ὁ τοῦ Ὀψικίου ἡγούμενος, ἀλλὰ κόμης καὶ ὀνομασίαν καὶ τὴν προσωνυμίαν προσαγορεύεται. Ἡ δὲ περιοχὴ τοῦ Ὀψικίου ὑπὸ τοσούτων φυλῶν τε καὶ ἐθνῶν κατοικεῖται, ἀπὸ μὲν θαλάσσης ἀρχόμενον, τουτέστι τοῦ Ἀστακηνοῦ κόλπου, καὶ τοῦ ∆ασκυλίου ἀκρωτηρίου, καὶ μέχρι τοῦ Τρίτωνος καὶ τῶν ὀρέων Σιγριανῆς καὶ αὐτῆς Προικοννήσου καὶ ἕως αὐτῆς τῆς Ἀβύδου Κυζίκου τε καὶ Παρίου. Καὶ τὰ μὲν κάτω καὶ παρὰ θάλασσαν ἀπὸ τοῦ Ἀστακηνοῦ κόλπου ἀρχόμενα καὶ τῶν Πυλῶν καὶ ἕως τῆς μεσογαίου τοῦ Μυσίου Ὀλύμπου προσαγορευομένου καὶ τῆς χώρας τῶν καλουμένων ∆αγοτθηνῶν καὶ αὐτῆς Προυσιάδος κατοικοῦσι Βιθυνοί· τὰ δὲ πρὸς νότον τοῦ Ὀλύμπου καὶ ἕως τοῦ ποταμοῦ Ῥυνδακοῦ κατοικοῦσι Μυσοί· τὰ δὲ πρὸς θάλασσαν καὶ τὴν Κύζικον κατοικοῦσι Φρύγες τε καὶ Γραικοί, ἀπὸ τοῦ ποταμοῦ Γρανικοῦ τὴν ὀνομασίαν πλουτήσαντες· ἐν ᾧ γέγονεν ἡ πρώτη μάχη πρὸς τοὺς στρατηγοὺς τῶν Περσῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος. Ἄνω δὲ παρεκτείνεται μέχρι τοῦ ∆ορυλαείου καὶ αὐτοῦ Κοτυαείου, ἐξ οὗπέρ ἐστιν ὁ ὀνομαστότατος καὶ παλαιὸς ἐκεῖνος Αἴσωπος ὁ τὴν μυθοποιίαν πρῶτος εἰς τὸν βίον εἰσαγαγών, καὶ ἕως τῆς κωμοπόλεως Μηροῦ κατὰ ἀνατολάς. Πρὸς δὲ τὰς δυσμὰς καταλήγει εἰς Ἄβυδον, πρὸς δὲ πλάτος ἀπὸ τοῦ Ῥυνδακοῦ ποταμοῦ καὶ μέχρι τῆς κωμοπόλεως τῆς καλουμένης ∆οματεροῦ. Καὶ οὕτω μὲν τὸ Ὀψίκιον. Καὶ τὴν ὀνομασίαν αὐτοῦ εἴπομεν διὰ τὸ προπορεύεσθαι ἔμπροσθεν τοῦ βασιλέως καὶ καταρτίζειν καὶ διευθύνειν τὰς ὁδοὺς αὐτοῦ καὶ μονάς. Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα τὸ Ὀψίκιον τοσαῦτα· Βιθυνοί, Μυσοί, Φρύγες, ∆άρδανοι, οἱ καὶ Τρῶες λεγόμενοι. Ἔχει δὲ πόλεις ἐπισήμους τὸ θέμα τὸ καλούμενον Ὀψίκιον τοσαύτας· πρώτην μὲν Νίκαιαν τὴν καὶ μητρόπολιν χρηματίζουσαν, δευτέραν δὲ Κοτυάειον, τρίτην ∆ορυλάειον, τετάρτην Μηδάειον, πέμπτην Ἀπάμειαν, ἕκτην Μύρλειαν, ἑβδόμην Λάμψακον, ὀγδόην Πάριον, ἐνάτην Κύζικον, δεκάτην Ἄβυδον. ασια.5 ˉˉΕ. Πέμπτον θέμα τὸ λεγόμενον Ὀπτίματοσ Τὸ καλούμενον οὐκ οἶδ' ὅπως εἰπεῖν θέμα Ὀπτίματος οὐδεμίαν ἔχει