De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί ση

 θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα

 στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶ

 ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπ

 μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼ

 κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τού

 ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τ

 τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων·

 περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται.

 τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλ

 δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· ἀπὸ γὰρ τῆς

 νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρί

 τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς

 λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας κ

 Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαι

 μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ και

 αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζε

 ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος ***

κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τούτου κρατοῦντα, δομέστικον μόνον ἀγορευόμενον. Εἰς γὰρ ὑπηρεσίαν ἐτέτακτο τῶν στρατιωτῶν, ὅτε οἱ βασιλεῖς τοῖς ἔθνεσι [μετὰ τοῦ λαοῦ] ἐπεστράτευον, στρατιωτῶν δὲ ἐκείνων τῶν ἐν τοῖς βασιλικοῖς τάγμασι ταττομένων· ὅσοι γὰρ ἐν ταῖς Σχολαῖς καὶ τοῖς Ἱκανάτοις καὶ τοῖς λοιποῖς τάγμασιν ἐστρατεύοντο εἰς ὑπηρεσίαν, εἷς ἕκαστος αὐτῶν ὀπτίματον ἐκέκτητο. Ἔστι δὲ ὀνομασία τῶν ἀτίμων ἴσην ὕβριν φέρουσα τῶν παρὰ Ῥωμαίοις καλουμένων κορτελίνων. ∆ιὸ οὐδὲ εἰς θέματος τάξιν λελόγισται, οὐδὲ στρατηγὸς ὁ τούτου ἄρχων κατονομάζεται, ἀλλὰ δομέστικος, ὁ ὑπὸ χεῖρα ὢν στρατηγοῦ καὶ τὴν ἀξίαν καταδεέστερος. Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα, μᾶλλον δὲ ὑπουργοῦντα εἰς τὴν τοιαύτην δουλείαν τῶν στρατιωτῶν καὶ αὐτοῦ τοῦ βασιλέως, τοσαῦτα· Βιθυνοί, Θυνοί, Ταρσιάται. Προσάπτεται δὲ καὶ Φρυγῶν. Ἔχει δὲ πόλεις ἐπισήμους τοσαύτας· πρώτην μὲν Νικομήδειαν τὴν μητρόπολιν, δευτέραν δὲ Ἑλενούπολιν, τρίτην Πραίνετον, τετάρτην Ἄστακον, πέμπτην Παρθενούπολιν. Ῥεῖ δὲ ἐν τῷ θέματι τῶν Ὀπτιμάτων ποταμὸς ὁ καλούμενος Σάγαρις· ἐν ᾧ ἔστιν ἀξιοθέατος γέφυρα, ἣν ἐποίησεν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐκεῖνος ὁ πολυύμνητος, ἐπιγραφὴν ἔχουσα τοιαύτην, ἥτις γέγραπται ἐν μιᾷ τῶν πλακῶν οὑτωσὶ λέγουσα· Καὶ σὺ μεθ' Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθεὶς οὕτως ἐδουλώθης κοιρανικῇ παλάμῃ· ὁ πρὶν γὰρ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. Καὶ ταῦτα μὲν περὶ τοῦ καλουμένου θέματος τῶν Ὀπτιμάτων. ασια.6 ˉˉ. Ἕκτον θέμα τὸ καλούμενον Βουκελλάριοσ Ὁμοίως δὲ καὶ τὸ θέμα τῶν Βουκελλαρίων οὐκ ἀπὸ τόπου τινὸς τὴν προσηγορίαν ἐκτήσατο, οὔτε μὴν ἀπὸ ἔθνους οὕτω καλουμένου, ἀλλὰ διὰ τὸ ἐπακολουθεῖν τοῖς στρατιώταις καὶ τὰς τροφὰς αὐτῶν ἐπιφέρεσθαι -βουκελλάριος γὰρ κατὰ Ῥωμαίων διάλεκτον ὁ φύλαξ τοῦ ἄρτου καλεῖται -ὥστε εἶναι τοὺς στρατιώτας ἐλαφροὺς καὶ ἀβαρεῖς πρὸς τὸν πόλεμον· βούκελλος γὰρ τὸ κρικελοειδὲς ψωμίον καλεῖται, κελλάριος δὲ ὁ φύλαξ τοῦ ἄρτου. Τὸ γὰρ οἰκεῖον ὄνομα τοῦ ἔθνους καὶ Ἑλληνικόν, Μαριανδυνοὶ ὀνομάζονται, ἐπεκλήθησαν δὲ Γαλάται. Ἔστι δὲ ἀρχὴ τοῦ θέματος ἀπὸ μὲν τῆς κωμοπόλεως Μοδρηνῆς ἀρχόμενον, ἤγουν τῆς συμπληρώσεως τοῦ Ὀπτιμάτου· ἀναβαῖνον δὲ πρὸς τὴν μητρόπολιν Ἄγκυραν καὶ παρεκτεῖνον μέχρι τῶν ὁρίων Καππαδοκίας καὶ αὐτοῦ τοῦ φρουρίου τοῦ καλουμένου Σανιάνα, ἐν οἷς παρεκτείνεται τὸ τῶν Γαλατῶν ἔθνος. Οἱ δὲ Γαλάται ἄποικοί εἰσι τῶν Φράγγων. Ἐγένετο δὲ ἡ τούτων ἀποικία ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν Ἄτταλος ὁ Περγαμηνὸς καὶ Νικομήδης ὁ τοῦ Ζειποίτου υἱός. Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν βορρᾶν πλατύνεται πρὸς αὐτὸν τὸν Πόντον καὶ τὴν καλουμένην πόλιν Ἡράκλειαν καὶ μέχρι τοῦ Παρθενίου ποταμοῦ καὶ αὐτὴν τὴν Τίον. Συμπεριλαμβάνει δὲ καὶ αὐτὴν Κλαυδιούπολιν Κράτιάν τε καὶ αὐτὸ τὸ Βασίλαιον καὶ ἕως τῶν ὁρίων Παφλαγονίας καὶ μέχρι Ἅλυος ποταμοῦ. Καὶ ὧδε μὲν καταλήγει ὁ Βουκελλάριος. Εἰσὶ δὲ πόλεις αἱ συμπληροῦσαι τὸ θέμα τῶν Βουκελλαρίων τοσαῦται· πρώτη μὲν Ἄγκυρα, μητρόπολις τῶν Γαλατῶν, δευτέρα δὲ Κλαυδιούπολις, καὶ αὕτη μητρόπολις τῶν Μαριανδυνῶν, τρίτη Ἡράκλεια, τετάρτη Προυσιάς, πέμπτη τὸ Τήϊον. Ἔθνη δὲ τὰ κατὰ μέρος ὀνομαζόμενα τοσαῦτα· Γαλάται, Μαριανδυνοί, Βιθυνοί. ασια.7 ˉˉΖ. Ἕβδομον θέμα τὸ προσαγορευόμενον Παφλαγονία Τὸ δὲ θέμα τὸ καλούμενον Παφλαγόνων ἀρχαιότατον ἔθνος ἐστὶ καὶ ἐπίψογον, ἐπὶ ἀναισχυντίᾳ τε καὶ κακοτροπίᾳ διαβαλλόμενον· καὶ Ὅμηρος αὐτοῦ μνημονεύει ἐν τῷ τῶν νεῶν καταλόγῳ ἐπικούρους ἐλθόντας Πριάμου πρὸς τὴν πόλιν Ἴλιον, λέγων οὕτως· Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἑνετῶν ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο ἀμφί τε Παρθένιον