De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί ση

 θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα

 στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶ

 ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπ

 μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼ

 κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τού

 ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τ

 τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων·

 περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται.

 τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλ

 δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· ἀπὸ γὰρ τῆς

 νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρί

 τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς

 λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας κ

 Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαι

 μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ και

 αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζε

 ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος ***

μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ καινοτομία αὕτη διὰ τὸ τὴν Ῥώμην ἀποθέσθαι τὸ βασίλειον κράτος καὶ ἰδιοκρατορίαν ἔχειν, καὶ δεσπόζεται κυρίως παρά τινος κατὰ καιρὸν Πάπα. Κρατεῖται δὲ νῦν ὑπὸ τὴν ἀρχὴν Κωνσταντινουπόλεως διὰ τὸ τὸν αὐτοκράτορα Κωνσταντινουπόλεως θαλασσοκρατεῖν μέχρι τῶν Ἡρακλείων στηλῶν, καὶ πάσης ὁμοῦ τῆς ὧδε θαλάσσης. Ἔσχε δὲ τὴν αἰτίαν τοῦ καλεῖσθαι Σικελία ἀπὸ ἱστορίας τοιαύτης, καθὼς ὁ γραμματικὸς Στέφανος γράφει· "Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο· εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος, Ἱερειῶν τῆς Ἥραςβʹ· "ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτναν καθιζόμενοι, ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελός, βασιλείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου ἐκράτησε ταύτης τῆς τότε Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε". Καὶ Μένιππος δὲ ταὐτά φησιν. Θουκυδίδης δὲ οὕτως· "ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας, τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες". Μεγίστη δὲ αὐτὴ μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός· Τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ' ἡ ∆ιὸς Κρήτη τροφός. Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος· Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦσ' ἔχει. "Τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνες [εἰσι] Σικελιῶται, ὡς Ἰταλιῶται". Ἔχει δὲ πόλεις ἐπισήμους τήν τε Συράκουσαν καὶ τὸ καλούμενον Ταυρομένιον, καὶ αὐτὴν τὴν Ἀκράγαντα καὶ τὰς λοιπὰς πόλεις, τὰς μὲν ἠρημωμένας, τὰς δὲ κρατουμένας παρὰ τῶν Σαρακηνῶν. Τὴν μὲν οὖν Συράκουσαν ἐπὶ Βασιλείου τοῦ ἀοιδίμου βασιλέως παρέλαβον οἱ Σαρακηνοί, τὸ δὲ Ταυρομένιον ἐπὶ Λέοντος τοῦ σοφωτάτου βασιλέως. Ὅσα τοίνυν κατελείφθησαν κάστρα, παρὰ τῶν ἀθέων Σαρακηνῶν κρατοῦνται· μόνη δὲ ἀντίπεραν ἡ Καλαβρία κρατεῖται παρὰ τῶν Χριστιανῶν, ἐν ᾗ καὶ τὸ Ῥήγιόν ἐστι καὶ τὸ πολισμάτιον τῆς ἁγίας Κυριακῆς, τῆς τε ἁγίας Σευηρίνης καὶ ὁ Κρότων καὶ ἄλλα τινά, ὧνπερ ὁ στρατηγὸς Καλαβρίας κυριεύει· εἰσὶ δὲ αἱ ὑπὸ Σικελίαν καὶ τὸν ταύτης στρατηγὸν πόλεις κβʹ. Τὸ δὲ ἀρχαῖον αὕτη ἡ νῆσος ἐτυραννεῖτο, ἵνα μὴ λέγω ἐβασιλεύετο, ὑπό τε Ἱέρωνος καὶ ∆ιονυσίου τοῦ τυράννου· παρέλαβον δὲ αὐτὴν οἱ Ῥωμαῖοι μετὰ στόλου μεγάλου, ὅτε Μάρκελλος ἐκεῖνος ἐστρατήγει καὶ ναύαρχος τοῦ Ῥωμαϊκοῦ στόλου ἀνεδείκνυτο, ὅτε καὶ Ἀρχιμήδης ὁ γεωμέτρης ἐν αὐταῖς ταῖς Συρακούσαις ὤν, νυκτὸς ἁλούσης τῆς πόλεως, ὑπὸ στρατιώτου τινὸς ἀνῃρέθη· ὃν ὁ Μάρκελλος ἐκεῖνος τοσοῦτον ἐθρήνησεν, ὡς μηδένα κοπετὸν ἀπολειφθῆναι τῆς ἐκείνου ταφῆς. Καὶ ταῦτα μὲν περὶ Σικελίας. ευροπ.11 Ἑνδέκατον θέμα Λογγιβαρδίασ Ἡ δὲ Λαγοβαρδία δισσοῖς ὀνόμασι κέκληται· παρὰ μέν τισι Λογγιβαρβία, τουτέστι πολυγένεια· παρὰ δέ τισι Λαγοβαρδία, ὡς [πολυγένεια] ***. Ἡ δὲ γῆ, ἣν κατοικοῦσιν, ἥ τε Συρρεντὸς καὶ Νεάπολις ἡ μητρόπολις καὶ τὸ Βέσβιον ὄρος καὶ ὁ ἐν αὐτῷ Πυρχάνος, Ἑλλήνων εἰσὶν ἀποικίαι· καὶ ἐπὶ τῶν ἡμερῶν Ἰουστινιανοῦ, μᾶλλον δὲ Ζήνωνος, παρέλαβον οἱ Γότθοι, τήν τε Νεάπολιν καὶ τὰς λοιπὰς παρακειμένας πόλεις· ὧν ἦρχε Βουτελῖνος, ὁ τῶν Φράγγων στρατηγός, ὃν κατεπολέμησεν ὁ Ναρσῆς παρὰ τὸν ποταμὸν Κασουλῖνον καὶ τελείως ἠφάνισε, καθὼς τὸ ἐπίγραμμα λέγει· Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς δέξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, ὁππόσα δειλαίῳ πείθετο Βουτελίνῳ· ὄλβιον αὖ τόδε χεῦμα καὶ ἔσσεται ἀντὶ τροπαίου