ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ και ροὺς δρωμένων ἔσθ' ὅτε προσεπινοεῖν τὰς κλήσεις· τοῦτο τετήρηται ἐπ' αὐτοῦ τοῦ Χριστοῦ· Θεὸς γάρ ἐστιν ἀληθινός· ἐπιδείξειεν ἂν τό· "Ταχέως σκύλευσον, ὀξέως προνόμευσον."(I f. 78 b) Ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρὸς, δι' οὗ βεβασίλευκεν τῆς ὑπ' οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὅτι γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου σταυροῦ.(I f. 82) Ἐπιτήρησον, ἀγαπητὲ, καὶ σύνες, ὅτι οὐκ εἰς τὰς τῶν ἐθνῶν συνηθείας ἐξέβησαν οἱ ἡγιασμένοι διὰ τῆς πίστεως, ἀλλ' εἰς τὰς αὐτῶν μᾶλλον εἰσῆλθον οἱ κεκλημένοι· κρεοφαγοῦσιν μὲν οἱ θῆρες, λύκος τε καὶ λέων, ἄρκος τε καὶ πάρδαλις· ποαφάγα δέ εἰσι τὰ τῶν ζώων ἥμερα, ἔριφοί τε καὶ ἄρνες καὶ μόσχοι. Ἀλλ' οἱ θῆρες δὲ, φησὶν, τοῖς ἡμέροις συν βοσκήσονται, καὶ τὰς αὐτῶν ἔδονται τροφάς. Οὐκοῦν οὐ τὰ ἥμερα πρὸς τὰς τῶν ἀγρίων ἐκβέβηκε συνηθείας, ἐκεῖνα δὲ μᾶλλον εἰς τὰς τούτων, ὡς ἔφην, μεταπεφοίτηκε. Μετέστησαν γοῦν ἐξ ἀγρίου φρονήματος εἰς τὴν ἁγίοις πρέπουσαν ἡμερότητα· μετα βέβληνται διὰ Χριστοῦ, καὶ γεγόνασιν ἄρνες, οἱ λύκοι· αὐτὸς γὰρ ἦν ὁ ἐξημερῶν αὐτοὺς, καὶ συνείρων, ὡς ἔφην, τοὺς δύο λαοὺς εἰς φρόνημα τὸ θεοφιλές. Τοῦτο πάλαι καὶ ὁ ἱεροφάντης Μωϋσῆς ἀναπεφώνηκε λέγων. "Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, δότε μεγαλωσύνην Κυρίῳ καὶ Θεῷ ἡμῶν. (A f. 30 b, Ε f. 82, F f. 766 b, H f. 86 b) Ἐπειδὴ γὰρ Θεὸς ἦν ἀποῤῥήτως σεσαρκωμένος, μόνος ᾔδει τὸ ἀγαθὸν, καὶ πονηρίας τῆς ἐν ἀνθρώποις ἐλεύθερος ἦν· ἴδιον δὲ τοῦτο τῆς ἀνωτάτω πασῶν οὐσίας· τὸ γὰρ φύσει καὶ ἀραρότως καὶ ἀμεταπτώτως ἀγαθὸν, πρέποι ἂν αὐτῇ τε καὶ μόνῃ ἰδικῶς· "Οὐδεὶς γὰρ ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς," κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐκοῦν, μὴ ὡς βρέφος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ' ἐν πτωχείᾳ τῇ καθ' ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολο γούμενον καὶ παρ' αὐτῶν τῶν ἁγίων ἀγγέλων· ὁποῖος καὶ ὁ ὕμνος ἦν· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία." Ἄγγελοι μὲν γὰρ καὶ πᾶσαι αἱ ἀνωτάτω δυνάμεις τὴν ἐκνεμηθεῖσαν αὐτοῖς σώζοντες τάξιν, καὶ εἰρηνεύουσι πρὸς Θεόν· κατ' οὐδένα γὰρ τρόπον τὸ αὐτῷ δοκοῦν παρατρέχουσιν, ἀλλ' εἰσὶν ἐν ἑδραιότητι τῇ κατὰ δικαιο σύνην καὶ ἁγιασμόν· ἡμεῖς δὲ οἱ τάλανες, τοῖς τοῦ ∆εσπότου θελήμασι τὰς ἑαυτῶν ἐπιθυμίας ἀνταναστήσαντες, πολεμίων ἐν τάξει γεγόναμεν αὐτῷ. Λέλυται δὲ τοῦτο διὰ Χριστοῦ· καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, καὶ συνῆψε ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν ἐχθροποιὸν ἁμαρτίαν ἐκ μέσου τι θεὶς, καὶ δικαιῶν ἐν πίστει, καὶ καλῶν ἐγγὺς τοὺς ὄντας μακράν· καὶ καθ' ἕτερον δὲ τρόπον, κτίσας τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν 72.496 εἰρήνην, καὶ ἀποκαταλλάττων ἀμφοτέρους ἐν ἐνὶ σώματι πρὸς τὸν Πατέρα· εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, συν εῖραίτε τοῖς ἄνω τὰ κάτω, καὶ ἀγέλην ἀποφῆναι μίαν, τούς τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· γέγονεν οὖν ἡμῖν εἰρήνη τε καὶ εὐδοκία Χριστός. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, κ.τ.λ. (B f. 24 b) Ἔστι νοεῖν ὡς ἀρχάγγελος ἦν, ὁ τοῖς ποιμέσι τὴν χαρὰν εὐαγγελισάμενος, ἅμα τῇ ὑπ' αὐτὸν στρατιᾷ κατιὼν ἐπὶ τὰ τῆς σωτηρίας τῶν ἀνθρώπων εὐαγγέλια· κἂν τέως μονώτατος αὐτοῖς διελέγετο, μὴ ὑποπιπτούσης ταῖς αὐτῶν ὄψεσι τῆς ὑπ' αὐτὸν στρατιᾶς, διὰ τὸ τῆς φύσεως ἀόρατον. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως. (A f. 33 b, Ε f. 89, H f. 96) Τέως οὖν ἴδομεν αὐτὸν, διὰ τῶν ἀρτίως ἀνεγνωσμένων, τοῖς διὰ Μωϋσέως εἴκοντα νόμοις· μᾶλλον δὲ τὸν νομοθέτην αὐτὸν καὶ Θεὸν, ὡς ἄνθρωπον τοῖς ἑαυτοῦ θεσπίσμασιν ὑποκείμενον· καὶ διὰ ποίαν αἰτίαν, διδάξει λέγων ὁ σοφώτατος Παῦλος· "Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ."