7
αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες εἴθ' ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου διδασκαλίας ἀπάρξαντες γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται παραδοῦναι τῷ βίῳ, ὥστε πᾶν τὸ ἀνθρώπειον γένος μιᾶς ὑπὸ ψῆφον 7.8.17 γενέσθαι παρὰ θεῷ δίκης. καὶ δὴ πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται. πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα 7.8.18 βίῳ ζώπυρον σπέρμα παραδοξότατα πρὸς τοῦ θεοῦ τετήρηται. γένοιτο δ' ἂν καὶ οὗτος ἀρχέτυπος εἰκὼν ζῶσα καὶ ἔμψυχος τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπου θεοφιλοῦς παρεσχημένος. 7.8.19 Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἱ δὲ μετὰ τοῦτον ἐπ' εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασῴζει λόγια. τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προση7.8.20 γορίᾳ χρηματίσας. τούτοις δὴ πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ' οὐδὲ τῶν Μωσέως Ἰουδαϊκῶν παραγγελμάτων· διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ' ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ ἢ καὶ μᾶλλον παρὰ τὴν ἑρμηνείαν τῆς 7.8.21 προσηγορίας. περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν καὶ πέραν τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες 7.8.22 ἀναγράφονται. ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γενάρχης Ἁβραὰμ κατηριθμήσθω, ᾧ μαρτυρεῖ τὰ λόγια δικαιοσύνην, οὐ τὴν ἐκ νόμου πάλιν Μωσέως, ὅτι μηδὲ ἦν πω τότε μετὰ γοῦν τὸν Ἁβραὰμ ἑβδόμῃ γενεᾷ Μωσῆς ἀναπέφηνε, πλὴν ἀλλὰ καὶ οὗτος δίκαιος καὶ εὐσεβής, 7.8.23 εἰ καί τις ἄλλος, ἀνείρηται, τοῖς ἄνωθεν δεδηλωμένοις παραπλησίως. λέγει δ' οὖν ἡ γραφή· «Καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» «πατέρα» δὴ «πολλῶν ἐθνῶν» ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει διαρρήδην τε εὐλογηθήσεσθαι «ἐν αὐτῷ» φησι «πάντα τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλάς,» ἄντικρυς τὰ νῦν καθ' ἡμᾶς συντε7.8.24 λούμενα θεσπίζων. ἀλλ' ὅ γε Ἁβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνῃ τελείωσιν οὐ διὰ τοῦ Μωσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένην αὐτῷ μετά τε τὰς ἀναγράπτους θεοφανείας ἐπ' αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ πρῶτος ἁπάντων κατὰ χρησμὸν τὸ σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γινομένοις ἐπιτελεῖν παραδούς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθείας εἴτε καὶ ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ' ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν 7.8.25 σχολὴ πολυπραγμονεῖν. τοιόσδε μὲν οὖν καὶ οὗτος ἡμεῖς τε καὶ τοῦτον μετὰ τῶν ἄλλων ἀπομιμεῖσθαι καὶ ζηλοῦν εὐχόμεθα. μετὰ δὲ τὸν Ἁβραὰμ Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλείας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φησι λόγια συνελθόντα μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ' ἣν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερβολῇ σωφροσύνης λέγεται. 7.8.26 ἐνταῦθά σοι καὶ Ἰακώβ, ὁ καὶ Ἰσραήλ, εἰσήχθω, διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν προκοπήν. ὅτε μὲν οὖν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ