πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ κατὰ τῆς Πορφυρογεννήτου καὶ τοῦ συμβιοῦντος Καίσαρος, οὐκ εἶχε δὲ καὶ ἐκζέσαι αὐτίκα, ὡς καὶ ἀπαφρίσαι καὶ γενέσθαι πρόοπτον τὸ κακόν, ἀλλ' ἐνδομυχοῦν καὶ ὑποτυφόμενον ἐπέσχεν εἰς τοσοῦτον, ὡς καὶ τὸν πατριάρχην δοκῆσαι πρὸς αὐτῶν εἶναι τοὺς κρίνοντας. ∆ιὸ καὶ αὐτὸς μὲν ἁπλοϊκῶς ἐμηνύσατο πρὸς ἑσπέραν τὰ λῴονα, οἱ δὲ οὐχ ἁπλοῖ ἐμελέτων ἀνυποστόλως διακειμένων αἴφνης τὸ κακὸν καταράξαι καὶ συλλαβέσθαι καὶ αὐτούς, ὡς ἂν οὕτω τὸ ἑσπέρας αὐλισθήσεται ἀγαλλίασις παρ' αὐτοῖς καὶ τὸ πρωῒ κλαυθμὸς ἀπεναντίας τῷ ψάλλοντι. Καὶ οὕτω μὲν ἡ κακία ἐπικρύπτειν ἤθελεν ἑαυτήν. Ὡς δὲ ἡ σποδιὰ ὦζε θείου καὶ ἡ ὀδμὴ κατεμήνυε πῦρ κρύπτειν σκηπτοῦ ὀλεθρίου καὶ οὐκ ἦν λαθεῖν, μανθάνουσι τὴν ἐπιβουλὴν οἱ Καίσαρες καὶ ἀπέριττοι, ὡς εἶχον, φεύγουσιν εἰς τὸ τῆς μεγίστης τοῦ Θεοῦ Σοφίας εὐαγέστατον τέμενος, ἄσυλον αὐτὸ εἰδότες καὶ πᾶσι προσώποις ἀβέβηλον. ∆ιαπετάννυσι τὰς ἀγκάλας αὐτοῖς ὁ ἐν ἀρχιερεῦσι πρωτεύων, περιποιεῖται, ὡς ἐξῆν, δίδωσιν ἀνάπαυσιν, λεαίνει λόγοις τε τοῖς πρὸς παραμυθίαν καὶ ἔργοις, ὡς εἶχεν ἰσχύος· εἶχε δέ, ὅσα καὶ πατὴρ ἅγιος, ὑπὲρ ἀληθείας φίλαθλος. Οὐ διῆλθε τῆς ἡμέρας πολὺ καὶ οἱ τῆς δεσποίνης ἔτρεχον εἰς τὴν ἁγιωτάτην Μεγάλην ἐκκλησίαν, ὡσεὶ καὶ κυνηγέται κατά τινος ἀξιολόγου ἄγρας, εἰπεῖν μετριώτερον. Καὶ εὑρηκότες, τὰ μὲν ᾐτιῶντο, εἰ κατὰ μηδὲν αἴτιον φόβου ἔφυγον, τὰ δὲ παρεκάλουν τοῦ σφετέρου πάλιν ἀδεῶς οἴκου γενέσθαι παραπλέκοντες τοῖς λόγοις 24 καὶ ὡς δύσνουν ὑπόνοιαν ἀποπέμπουσιν οἷς οὕτω δραπετεύουσι, ταῖς δὲ τοιαύταις ἐννοίαις καὶ ἐμφάσεις ὑποσκιάζοντες βουλῆς οὐκ ἀγαθῆς ἐπ' αὐτοῖς. Οὐκ ἔχει γὰρ τὸ πάνυ θυμούμενον σταθερῶς ἐπικρύπτειν ἑαυτό, ἀλλά που καὶ ἐκρήγνυσι τὸ ἐνδόμυχον, ὁποῖά τις Τυφὼς ταρτάριος βίαιος. Οἱ τοίνυν Καίσαρες, βεβαιώσαντες τὸ δέος ἐν ἑαυτοῖς, οὐκ εἶχον τὸν νοῦν πρὸς τοῖς λαλοῦσιν ὡς εἰς ἀγαθόν, ἀλλὰ τῷ παραμεμιγμένῳ πικράζοντι καὶ τὸ γλυκάζειν δοκοῦν ὑπεβλέποντο, ἐπιτυγχάνοντες αὐτοὶ τοῦτό γε. Ὡς οὖν ἀπέγνωστο ἡ τῶν Καισάρων πειθὼ καὶ ὡς οὐκ ἔσται αὐτῶν ἄγραν θέσθαι διὰ δόλου διέγνωστο, κατανοεῖται βία καὶ τὸ τοῦ στόματος ἁπαλὸν σκληρὰ χεὶρ διαδέχεται καὶ τὰς βολίδας γλώσσης συστείλαντες οἱ δεσποινικοὶ τὰς ἐκ σιδήρου μελετῶσι χειρίσασθαι. Καὶ πρῶτα κατὰ τοῦ ἱεράρχου τραχύνονται, ὅτι μή, τῆς ἐκκλησιαστικῆς προϊστάμενος, ὡς εἰπεῖν, ἀκροπόλεως, καταπροΐεται τοὺς πεπιστευμένους αὐτῇ, συνειλεγμένους εἰς πάνυ πυκνὸν στῖφος καὶ οὐδὲ ἀγεννές. Καὶ γίνεταί τις ἐνταῦθα συρραφή, ὁποίαν δαίμων ἂν τεχνάσαιτο. Ἦν ἑορτὴ μεγάλη, ἡ τοῦ σωτηρίου Πάσχα, καὶ ὤφειλον τῷ βασιλεῖ ἀσπασμὸν ἡ ἐκκλησιαστικὴ λογάς, ὅσοις τὸ τοιοῦτον ἀνέκαθεν ἐψήφισται φίλημα. Ὡς δὲ καὶ τὸν ἀρχιερέα ἔδει κορυφαῖον παρεῖναι καὶ κατάρξαι τῆς ὀφειλῆς (τῷ δὲ ἦν δῆλον ὡς τὸ τοιοῦτον φίλημα παραδώσει αὐτὸν κατά τι ὁμοίωμα τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ Χριστοῦ), καὶ ἐδεδίει ἀνθρωπίνως ἐκεῖνος, εὐλαβούμενος ἀποβῆναι κατάσχετος, καὶ ὤκνησε τὴν εἰς τὰ βασίλεια ὁδόν, γίνεται ἀναβολὴ τοῦ καθήκοντος ἀσπασμοῦ καὶ ὑπερτίθεται εἰς ἑτέραν ὥραν, μαθητευθεῖσαν τῷ βασιλεῖ. Καὶ ἦν ἐκείνη Παρασκευή, καὶ ἀλλοία μέν τις φαύλη καὶ ἑβδομάδος δὲ τῆς μετὰ τὴν πασχάλιον Κυριακήν, καθ' ἣν συλλεγέντος τοῦ πλήθους, ὅσον εἴωθεν ἐν τοῖς τοιούτοις πληροῦν τὰ βασίλεια, τελεῖται μὲν καὶ τὸ ἀσπάσασθαι, τὸ ἐπιπολάζον τῆς μηχανῆς, συντελεῖται δὲ καὶ τὸ κρύφιον, ἡ ἐξ ἐρήμης τοῦ πατριάρχου καθαίρεσις, ὡς οὐκ ἂν εὐφήμως εἰπεῖν ἔχοι τις. Τῶν μὲν γὰρ ἀρχιερέων, εἰ χρὴ φάναι, κερδαλεότης, τῶν δὲ εὐλάβεια κατὰ πολὺν φόβον, τῶν δὲ καὶ μῖσος οὐκ εὐλόγιστον κατὰ τοῦ ἀρχιερατεύοντος οὕτω ῥᾳδίως ἤνυσαν τὴν ἐκείνου καταβολήν, ἐπιτιθεμένων καὶ τῶν τινων τῆς συγκλήτου βουλῆς καὶ κατακτυπούντων, ὡς οὐκ ἂν οὐδὲ ἱεριχούντια τείχη κατηχούμενα σάλπιγξιν ἐκείναις ἔπιπτον. Καὶ τὸ ἐκεῖθεν, βραχυλογικῶς καὶ αὐτὸ ἱστορῆσαι (τί