1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

7

ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων. Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος, γεννῶν μετ' αὐτῆς τοὺς παρανόμους υἱούς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους Ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον δι' ἔνδειαν γνώσεως κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου, τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου.

87 Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως· τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλος φησίν· Ἵν' ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον. Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖν δηλονότι τὸν νόμον τιμᾷ τὸν θεόν. Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας· ἧς εἶδός ἐστιν καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις, καὶ ἡ παιδεία καὶ ἡ σύνεσις. Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσὶ λογισμοί. Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. ἀλλ' ἐνταῦθα προσεκτέον τί φησὶν (sic cod.) ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν κακίαν ἀπάγει, οὐδ' ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξαπατᾶσθαι καρδίας. Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ' ἣν ἀναπτομένη τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι· γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα· γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν· φέλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθές, πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχύναι (hoc acc. cod.), διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. 88 Εἰ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ, πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. Τῶν ἐρωδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ τῶν περὶ τὰ ζῶα ἱστοριῶν παρεθήκαμεν. ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθομένου τῇ πόρνῃ γυναικὶ κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν οἷον διακινηθέντος. Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς, φονεύει δὲ ταῖς ἁμαρτίαις.