1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

19

ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Φοβοῦ τὸν κύριον, υἱέ μου, καὶ βασιλέα: Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται: Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ; ἢ ἄλλο μέν ἐστιν τιμωρία, ἄλλο δὲ κρίσις· καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σωμάτων διανέμοντος.

110 Μάχαιρα γὰρ γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη: Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. τὸ δὲ Οὐ σαρκίνη ἀντὶ τοῦ Οὐκ αἰσθητή. Ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει: Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσονται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. Καὶ συγκαίει ὥσπερ φλόξ: Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν: Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν, ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων: Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη: Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών. Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ: Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; καὶ ἄλλως, τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆς; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ: Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς: Τίς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης συνήγαγε πάντα τὰ ἔθνη, πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς. Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ: Τῷ γὰρ νόμῳ κυρίου οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν. Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον: Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ: Ἵνα μή, φησίν, πλησθεὶς γνώσεως ἀκροατὴς ὑπερήφανος γένωμαι, καὶ εἴπω Οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν· ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως, ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. καλῶς δὲ καὶ τὸ ἕξης προστέθειται, τὸ Ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ· κλέπτει γάρ 111 τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλος φησίν· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέτω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῶ καὶ τῷ χρείαν ἔχοντι τί γὰρ καὶ ἔστιν ὃ μή ἐστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστίν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ. Ἢ πενόμενος κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ μου: Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρώων χρημάτων. Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου: Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστὶν τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος. Ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή: Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν: Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν, ὁ