15
τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· καὶ πάλιν· Ψευδὴς ἵππος εἰς σωτηρίαν· καὶ ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν. Στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, βδελυκτὰ (LXX ἀκάθαρτα) ἐνώπιον κυρίου ἀμφότερα: Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι. Μέτρα δισσά: Ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τὴν ἐντολὴν τὴν λέγουσαν· Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, πάντα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Οὖς ἀκούει καὶ ὁ ὀφθαλμὸς ὁρᾷ: Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον. καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. ∆ιάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων: ∆ιὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. Θνητὸς δὲ πῶς ἂν ἐννοήσαι (LXX νοήσαι) τὰς ὁδοὺς ἑαυτοῦ: Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ.
Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι: Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει ἀλλὰ ἀδίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. Καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ: Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ ἀντεξουσίου ῥοπῇ. Λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός: Χωρίζειν (ζων?) τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. Καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν: Ποίησον αὐτοὺς ὡς τροχόν. 103 Φῶς κυρίου πνοὴ ἀνθρώπων: Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστίν, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν, ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὸν παρὰ κυρίου μᾶλλον ἢ θυσιῶν αἷμα: Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. Ἁγνὰ δὲ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ: Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστὶν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀηδείας (LXX ἀδικίας) καὶ ἐν οἴκω κοινῷ: Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν· γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου. καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον, τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ· καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς Φαρισαίους τάφους εἶπεν κεκονιαμένους. εὖ δὲ καὶ τὸ Ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας· κοινὸν δὲ εἶπεν ὃ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. ∆όσις λάθριος ἀνατρέπει ὀργάς: ∆όσις λάθριός ἐστιν, ἵν' ὃ ποιῇ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται: Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς θυμώδους καὶ μαχίμης: Καὶ ὁ ∆αυὶδ φησίν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. ἔρημος τοίνυν γῆ ἐστὶν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε διέρχεται δι' ἀνύδρων τόπων ζητῶν