1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

23

γνώσεως τοῦ θεοῦ, λαμβανόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων. Ὃς φυτεύει συκῆν, φάγεται τοὺς καρποὺς αὐτῆς: Ὁ κύριος ἡμῶν ἐστὶν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει. Ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ: Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου: Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι· οὐδὲ ἀπὸ ἀρετῆς ἐπ' ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μεταβαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοὺς οὐ ῥᾳδίως μὴ δεχομένους ....· ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ' ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι' ὧν γράφει· Γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. χρηστέον δὲ ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ προσώποις ἀλλὰ καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα. Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν: Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς· ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις ἁγίων δυνάμεων, ἁρμόζουσα τῇ ἀλογωτέρᾳ τῶν ψυχῶν καταστάσει. ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. οὕτω καὶ ὁ ∆αυὶδ αἴρει τὴν ψυχὴν αὐτοῦ εἰς τὰ ὄρη, πόθεν ἥξει ἡ βοήθεια αὐτοῦ· καὶ πάλιν ὄρη σκιρτῶσιν ὡς κριοί, καὶ βοῦνοι ὡς ἀρνία προβάτων, ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ· εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει 118 τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. διὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ' ὧν ἐνδύεται σπλάγχνα οἰκτιρμοῦ ψυχή, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην, πίστιν, ἐγκράτειαν, ἀγάπην, καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. ὅτι δὲ πεδία καὶ ὁ ∆αυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστιν μαθεῖν. Καὶ τὰ πεδία σου γάρ φησιν πλησθήσονται πιότητος· καὶ πάλιν μετ' ὀλίγα· Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. ὕμνος δὲ καὶ κραυγὴ μόνη πέφυκεν ἐπισυμβαίνειν τῇ φύσει τῇ λογικῇ. Ἀνὴρ ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς: Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσεβείαις. Οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος: Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον, πᾶς δὲ ὁ ποιῶν τὸ νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν. Ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα αὐτοῦ: Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει· ἀσωτία γὰρ ψυχῆς ἐστίν, λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελούμενοι· ἀσωτία δὲ νοῦ ἐστίν, ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις. Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν: Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς τὴν ἀρετὴν ἐπανάγοντες. Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακούων (edd. εἰσακοῦσαι) νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται: Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον θεός. καὶ ὁ Παῦλος φησίν· Προϊδοῦσα δὲ ἡ γραφὴ τὸ μέλλον, ἀντὶ τοῦ Ὁ τὴν γραφὴν δεδωκώς. Ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων (edd. ἐξηγ. ἐλέγχους) ἀγαπηθήσεται: Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.