1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

14

ἐδόθησαν αἱ ἐντολαί, λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. Κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ: ∆όμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται: Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ; ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. Ἵνα σοφὸς γένῃ ἐπὶ γήρως: Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις· τὸ γὰρ Ἐπ' ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Φόβος κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ πλανώμενος αὐλισθήσεται ἐν τόποις οἷς οὐκ ἐπισκοπεῖται ὁ αἰώνιος: Εἰ φόβος κυρίου εἰς ζωὴν ἀνδρί, φόβος δὲ κυρίου παιδεία καὶ σοφία, ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶν καὶ σοφία. ἀλλὰ Χριστὸς λέγει· Ἐγώ εἰμι ἡ ζωή· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. τὸ οὖν γνῶναι παιδείαν καὶ σοφίαν γνῶναί ἐστιν τὸν Χριστόν· ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός.

101 Ὁ ἐγκρύπτων χεῖρας αὐτοῦ εἰς τὸν κόλπον ἀδίκως, οὐδὲ τῷ στόματι αὐτοῦ οὐ μὴ προσαγάγῃ αὐτάς: Ο μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ' ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα υἱὸς αἰσχυνθήσεται καὶ ἐπονείδιστος ἔσται: ∆ιὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει, καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία· εἴπερ ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν, ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν. Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς: Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός. Ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη: Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. εἰ δὲ οἴνου ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. Οὐδὲν (LXX οὐ) διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος: Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. Ὡσαύτως ὁ δανιζόμενος σῖτον ἐν ἀμητῷ: Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν, καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανούς. Μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει: Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκεν. Κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ: ∆ύναται ὁ αὐτὸς Χριστὸς κατ' ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις: Ἣ πρὸς καιρὸν λιπαίνει μερὶς σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν: Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· Ἐγὼ μόνος τοῖς ἐχθροῖς 102 πολεμήσω, ἀλλ' ὑπόμεινον τὸν κύριον ἵνα σοι βοηθήσῃ. καὶ ὁ ∆αυὶδ φησίν· Οὐκ ἐπὶ