1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

24

119 Λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ: Εἰ μακάριοί εἰσιν οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. Βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης: Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ. Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ: Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. Οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ: Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. Ὁ ἐργαζόμενος τὴν αὐτοῦ γῆν ἐμπλησθήσεται ἄρτων: Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως, ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. Ὃς αἰσχύνεται πρόσωπα ἀδίκων (edd. οὐκ αἰσχ. πρ. δικαίων), οὐκ ἀγαθός: Εἰ πρόσωπα δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος· καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσὶν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος: Οἱ οὖν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος, τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, γνῶσις πνευματική, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει, ὡς τὸ Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρίνε πάντα ὑγιῶς, ἀντὶ τοῦ ∆ίδασκε. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. Ἐν δὲ τῇ ἀπωλείᾳ ἐκείνων πληθυνθήσονται δίκαιοι: Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο. Ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις: Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν 120 ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα χόρτον καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. Ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες: Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντες καὶ στένουσιν. Ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον: Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ πλοῦτον. -Ἄλλως. ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος· καὶ ποιμήν ἐστιν πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθής, καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τοῦτ' ἔστιν τοὺς ἔχοντας λογισμοὺς ἀπαθεῖς καὶ ἐμπαθεῖς. οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια προσηγόρευσεν, καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τὸ Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ Ὁ ἔχων τὴν ἀγάπην. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν: Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. Καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων: Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. Ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει: Καὶ ἐπ' αὐτόν, φησὶν ὁ ∆αυίδ, γελάσονται καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες αἱμάτων (edd. add. μέτοχοι) μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητοῦσι (edd. ἐκζητήσουσι) ψυχὴν αὐτοῦ: Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου, ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος.