1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

25

Σοφὸς δὲ ταμιεύεται κατὰ μέρος: Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος,

ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν, ἢ ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος· καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. Οὐ μὴ ὑπάρξει ἐξηγητὴς ἔθνει παρανόμῳ: Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ 121 παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει· εἴπερ οὐ λόγος ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός: Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ Ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τῷ Ἰσραήλ, καὶ μὴ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα. Ὃς κατασπαταλᾷ, ἐκ παιδίου (edd. ἐ. παιδὸς) οἰκέτης ἔσται: Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τῆν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὕβρις ἄνδρα ταπεινοῖ: Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν: Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν: Ὅρκον εἶπεν τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν ἐν ψυχῇ· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσωσι καὶ μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται. οὕτω δὴ καὶ ὁ ∆αυίδ· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. καὶ ὁ ∆αυὶδ Εἶπα, φησίν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. καὶ Λέγε σὺ πρῶτος τὰς ἀνομίας σου. Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων: Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· εἴγε πᾶσαν τὴν κρίσιν ὁ πατὴρ δέδωκεν τῷ υἱῷ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει: Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει: Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτήν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. Μηρυομένη ἔρια καὶ λίνον: Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους 122 γυμνάζουσα, ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. Καὶ ἀνισταμένη ἐκ νυκτῶν (edd. ἀνίσταται ἐ. ν. καὶ) ἔδωκε βρώματα τῷ οἴκῳ: Τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος· πάντως δὲ καὶ προσευχομένην ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς: Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. Τοὺς πήχεις αὐτῆς ̣ut cod. Alex.) ἐρείδει εἰς ἄτρακτον: Ἄτρακτός ἐστι νοῦς καθαρός, συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα· ἢ λόγος προφορικός, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που ̣cod. ποῦ) χρονίζῃ: Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειάν τε