1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

7

εἴ τι προσπάθω. Πρῶτον δ' ὅμως μοι τἀγάθ' ἐξᾷσαι δέον· τοῖς γὰρ κακοῖσι πλείον' οἶκτον ἐμβαλῶ. Ἤμην ἄνανδρος καὶ μένουσα παρθένος· ἃ γὰρ γυναικὶ σώφρον' ἔσθ' εὑρημένα, ταῦτ' ἐξεμόχθουν, τοῦ Θεοῦ πολλὴν χάριν μετροῦντος ἀεὶ καὶ νέμοντος ἀφθόνως. Πρῶτον μὲν οὖν γε, κἂν προσῇ κἂν μὴ προσῇ ψόγος γυναιξίν, αὐτὸ τοῦτ' ἐφέλκεται κακῶς ἀκούειν, εἴ τις οὐκ ἔνδον μένει· οὗπερ πόθον παρεῖσ' ἔμιμνον ἐν δόμοις εἴσω μελάθρων· κομψὰ θηλειῶν δ' ἔπη οὐκ εἰσεφρούμην· τὸν δὲ νοῦν διδάσκαλον αὑτῆς ἔχουσα χρηστόν, ἐξήρκουν ἐμοί. Τὸ σωφρονεῖν ἐν πᾶσιν εἰδυῖ' ὡς καλὸν καὶ δόξαν ἐσθλὴν πανταχοῦ κομίζεται, γλώσσης τε σιγὴν πᾶσιν ὄμμα θ' ἥσυχον παρεῖχον· ᾔδειν δ' οἷς μ' ἐχρῆν νικᾶν κόρας καὶ τίσι νίκην ὧν ἐχρῆν παριέναι. Ἀκήρατον δέ μ' ἐκ Θεοῦ λαβὼν ἀνὴρ αὖθις τὸ παρθένειον ἅμμ' ἀκήρατον τηροῦσαν ἀπέδωκεν· οὐδ' ἔστιν λόγος, τὰ πράγματ' αὐτὰ καὶ γὰρ ἀπήλεγξέ με. Οὕτως δ' ἔχουσα, τῷ Θεῷ μνηστεύομαι· κἀντεῦθεν Υἱόν, πῶς ἐρεῖς; ἐγεινάμην, ὅπως γυνὴ οὔτις κομπάσει τεκεῖν ποτέ. {ΧΟΡΟΣ} Καλλίστα, πότνα, σεμνοτάτα παρθένε, ἄνανδρον ἠδ' ἄνυμφον ἴδμεν μητέρα μόνην σε πασῶν τῶν κατὰ γῆν μητέρων. Μαιευσάσης χεὶρ κλῆρον οὐ δεδεγμένη κατηγόρησε πιστὰ σοῦ θείου τόκου, Θεόν τε, φῄς, ἔκλυες Ἀγγέλου τεκεῖν, ἔργα θ' ἅπερ δέδρακεν, οὐ θνητοῦ γένους· καὶ θάμβος ἐστίν, εἰ πάθῃ θνητῶν πάθος. {ΘΕΟΤΟΚΟΣ} Θαυμαστὸν εἶπας, εἰ τόδ' εὐδοκεῖ Πατήρ, ὡς διὰ τούτου τοὺς βροτοὺς ἀγάθ' ἔχειν. Οὐκ ἄλλο γὰρ φάρμακον ἐν θνητοῖς μόρου, φθορᾶς ὃ παύσει τοὺς ταλαιπώρους κακῶν. Κἀγὼ διδάξω σ' ὡς καλῶς ἔχει τόδε· ὁ γὰρ διδάσκων γνῶσιν ἄνθρωπον Λόγος ἐμοὶ κατεσκήνωσε καὶ χάριν νέμει. Ἐπεὶ βροτὸν πέπλακεν ἐκ γῆς ὁ Πλάσας, λείμακί τ' ἐντέθεικε φυτῶν ἐργάτην, ἐντεῦθεν εἰς Ὄλυμπον ἀνάγειν θέλων· δράκων δέ νιν ἔσπευσε, γυναικὸς πλάνῃ, λειμῶνος ἐκβαλεῖν τε καὶ ῥίψαι πόλου· ὅδ' ἀντεμηχανήσαθ' οἷα δὴ Θεὸς γυναικὸς ἐκφῦναί τε καὶ Θεὸς μένων βροτὸς γενέσθαι καὶ βροτῶν ἀναιρέτην σφαγεὶς κατασκάψαι τε καὶ ῥίψαι ποσίν. Οὕτως σὺ πείθου καὶ Θεὸν πρὸς γῆν δέχου ἐλθόντ' ἀγαγεῖν πρὸς πόλον βροτῶν γένος, καὶ σπένδε καὶ κλέϊζε καὶ τόνδ' εὐλόγει. Αὖ γάρ νιν ὄψει πρὸς χθόν' ὡς ἐκ παστάδος θρῴσκοντα τύμβου, κᾆτ' ἀνιόντ' εἰς πόλον, ὡς αὐτὸς εἶπε, καὶ πρὸ τοῦ θεοπρόποι. Ἐλπὶς δέ μοι ξύνεστιν ἀσφαλεστάτη· ἐμοὶ γὰρ ὑπὲρ πάντας, οἷσι λείπεται, ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας, ἕξειν τι κεδνόν· ἡδὺ δ' ἐστὶ καὶ δοκεῖν· ὅταν δὲ μᾶλλον ἐλπὶς ἀσφαλὴς μένῃ, τὸ χάρμα ποῖον. Ἀλλὰ νικῶμαι πόνοις καὶ προβλέπω μὲν ταῦθ' ὅπως ἔσται τάχει, λύπη δὲ κρείσσων τῶν ἐμῶν ἐλπισμάτων. {ΧΟΡΟΣ} Πάγκλυτε, παγκαλλίστα κούρη, παρθένε, ἔμβρυον, ὡς φῄς, τὸν Θεὸν πλουτήσασα, σὺ ταῦτ' ἐπέγνως καὶ τὰ λοιπὰ νῦν σκόπει. Σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν καὶ ταῦθ' ὁρῶσαν συνιέναι καὶ τέλος· ὡς φρικτὰ πάντα καὶ βροτησίῳ γένει πλὴν τῇ τεκούσῃ δυσμαθῆ συνιέναι. {ΘΕΟΤΟΚΟΣ} Ὦ δυστάλαινα τῶν ἐμῶν ἀλγημάτων· ὡς οἶδα μὲν πόλλ', οἶδα δ' οὐχ ὅπως φράσω. Ὡς θάμβος ἐστὶ τοῦτον ᾐωρημένον ἰδεῖν με καὶ θανόντα κἂν ἑκουσίως. Ἰώ μοι, ἰώ· Αἲ αἴ. {ΧΟΡΟΣ} Τί γοῦν τί δράσεις, ὦ παθοῦσ' ἀμήχανα; {ΘΕΟΤΟΚΟΣ} Οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν, εἰ μὴ τάχει τῶν νῦν παρόντων πημάτων ἄκος λάβω, ὡς ἔστιν ἐλπὶς λίαν ἀσφαλεστάτη· μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον, ὡς ξυμπερανθῇ φροντίς, ἥ με νῦν τρύχει. Ἀλλ', ὦ φίλ' Υἱέ, μή μ' ἔρημόν σου λίπῃς. {ΗΜΙΧΟΡΙΟΝ} Αἲ αἴ· Θρηνοῦσα πολλά, τρανὸν οὐδὲν δεικνύεις· πῇ μέν μ' ἀπαγγέλλεις ἀκούειν δείματα πείθεις τε πολλὰ δειματοῦσθαι τοῖς λόγοις, πῇ δὲ θρασύνεις, κοὐδὲν ἄρα καθαρῶς. {ΘΕΟΤΟΚΟΣ} Οὐ μακρὰν ἔσται τέρμα τῶν ἠλπισμένων. {ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ} Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῇ δ' ἰδοῦσα καὶ κλύουσ' ἐπίσταμαι· ναύταις γὰρ ἢν μέτριος ᾖ χειμὼν φέρειν, προθυμίαν ἔχουσι σωθῆναι πόνων, ὃ μὲν παρ' οἴαχ', ὃ δ' ἐπὶ λαίφεσιν βεβώς, ὃ δ' ἄντλον εἴργων ναός· ἢν δ' ὑπερβάλῃ πολὺς ταραχθεὶς πόντος, ἐνδόντες φορᾷ, παρῆκαν αὑτοὺς κυμάτων δρομήμασιν. Οὕτως δὲ κἀγὼ δείν' ὁρῶσα πήματα,