1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

ὁμολογοῦσιν; οἶδα καὶ Μανιχαίους τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντας. τί οὖν; ἐπειδὴ σε βάσμιον παρὰ τούτοις τὸ παρ' ἡμῶν προσκυνούμενον ὄνομα, διὰ τοῦτο καὶ αὐτοὺς ἐν Χριστιανοῖς ἀριθμήσομεν; οὕτως καὶ ὁ τὸν πατέρα μὲν ὁμολογῶν καὶ τὸν υἱὸν παραδεχόμενος, ἀθετῶν δὲ τὴν μεγαλωσύνην τοῦ πνεύματος, ἤρνηται τὴν πίστιν καί ἐστιν ἀπίστου χείρων καὶ τῆς ἐπωνυμίας τοῦ Χριστιανοῦ καταψεύδεται. ἄρτιον εἶναι κελεύει τὸν τοῦ θεοῦ ἄνθρωπον ὁ ἀπόστολος. ἄρτιον δ' ἂν εἴη ἐπὶ μὲν τοῦ κοινοῦ ἀνθρώπου τὸ παντὶ λόγῳ συμπεπληρωμένον τῆς φύ σεως· λογικὸν [τε] γὰρ εἶναι χρή, νοῦ καὶ ἐπιστήμης δεκτικόν, 3,1.102 ζωῆς μετέχον, ὄρθιον τῷ σχήματι, γελαστικόν, πλατυώ νυχον· εἰ δὲ ὀνομάζοι μέν τις ἄνθρωπον, τὰ δὲ εἰρημένα ση μεῖα τῆς φύσεως μὴ ἔχοι ἐπὶ τούτου παρέχεσθαι, μάτην ἐτί μησε τῷ προσρήματι. οὕτω καὶ ὁ Χριστιανὸς τῇ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει χαρακτηρίζεται· αὕτη ἐστὶν ἡ μορφὴ τοῦ κατὰ τὸ μυστήριον τῆς ἀληθείας μεμορφω μένου. εἰ δὲ ἑτέρως ἡ μορφὴ διακειμένη τύχῃ, οὐχ ἐπιγνώ σομαι τοῦ ἀμόρφου τὴν φύσιν· σύγχυσίς ἐστι τοῦ χαρακτῆρος καὶ τῆς κατὰ φύσιν μορφῆς ἀλλοτρίωσις καὶ παραλλαγὴ τῶν γνωριστικῶν σημείων τῆς ἀνθρωπότητος, ὅταν μὴ συμπαρα ληφθῇ τῇ πίστει τὸ πνεῦμα τὸ ἅγιον. ἀληθεύει γὰρ τοῦ Ἐκκλησιαστοῦ ὁ λόγος· ὅτι οὗτος οὐχὶ ζῶν ἐστιν ἄνθρωπος, ἀλλὰ Ὀστᾶ, καθὼς ἐκεῖνος φησίν, ἐν τῇ γαστρὶ τῆς κυοφο ρούσης. πῶς γὰρ ὁμολογήσει Χριστὸν ὁ μὴ συνεπινοῶν τῷ χρισθέντι τὸ χρίσμα; Τοῦτον ἔχρισε, φησίν, ὁ θεὸς ἐν πνεύ ματι ἁγίῳ.

Εἰπάτωσαν οὖν ἡμῖν οἱ καθαιροῦντες τὴν τοῦ πνεύ ματος δόξαν καὶ τῇ ὑποχειρίῳ φύσει συγκατατάσσοντες, τίνος σύμβολόν ἐστιν ἡ χρῖσις. οὐχὶ τῆς βασιλείας; τί δαί; οὐχὶ φύσει βασιλέα τὸν μονογενῆ πεπιστεύκασιν; οὐκ ἀντ εροῦσι πάντως οἵ γε μὴ καθάπαξ τῷ Ἰουδαϊκῷ καλύμματι τὴν καρδίαν περιεχόμενοι. εἰ οὖν τῇ φύσει βασιλεὺς ὁ υἱός, βασιλείας δὲ σύμβολόν ἐστι τὸ χρίσμα, τί σοι διὰ τῆς ἀκο λουθίας ὁ λόγος ἐνδείκνυται; ὅτι οὐκ ἀλλότριόν τί ἐστι τοῦ κατὰ φύσιν βασιλέως τὸ χρίσμα οὐδὲ ὡς ξένον τι καὶ ἀλλόφυλον τῇ ἁγίᾳ τριάδι τὸ πνεῦμα συντέτακται. βασιλεὺς μὲν γὰρ ὁ υἱός· βασιλεία δὲ ζῶσα καὶ οὐσιώδης καὶ ἐνυπό στατος τὸ πνεῦμα τὸ ἅγιον, ᾖ χρισθεὶς ὁ μονογενὴς Χριστός ἐστι καὶ βασιλεὺς τῶν ὄντων. εἰ οὖν βασιλεὺς ὁ πατήρ, βασιλεὺς δὲ ὁ μονογενής, βασιλεία δὲ τὸ πνεῦμα τὸ ἅγιον, εἷς πάντως τῆς βασιλείας ἐπὶ τῆς τριάδος ὁ λόγος. ἡ δὲ τῆς χρίσεως ἔννοια τὸ μηδὲν εἶναι διάστημα μεταξὺ τοῦ υἱοῦ 3,1.103 καὶ τοῦ ἁγίου πνεύματος δι' ἀπορρήτων αἰνίσσεται· ὡς γὰρ μεταξὺ τῆς τοῦ σώματος ἐπιφανείας καὶ τῆς τοῦ ἐλαίου χρίσεως οὐδὲν ἐπινοεῖ μέσον οὔτε ὁ λόγος οὔτε ἡ αἴσθησις, οὕτως ἀδιάστατός ἐστι πρὸς τὸ πνεῦμα τὸ ἅγιον τῷ υἱῷ ἡ συνάφεια, ὥστε τῷ μέλλοντι αὐτοῦ διὰ τῆς πίστεως ἅπτεσθαι ἀναγκαῖον εἶναι προεντυγχάνειν διὰ τῆς ἁφῆς τῷ μύρῳ· οὐ γὰρ ἐστί τι μέρος ὃ γυμνόν ἐστι τοῦ ἁγίου πνεύματος. διὰ τοῦτο ἡ ὁμολογία τῆς τοῦ υἱοῦ κυριότητος ἐν πνεύματι ἁγίῳ τοῖς καταλαμβάνουσι γίνεται πάντοθεν τοῖς διὰ πίστεως προσεγγίζουσι προαπαντῶντες τοῦ πνεύματος. εἰ οὖν τῇ φύσει βασιλεὺς ὁ υἱός, ἀξίωμα δὲ βασιλείας τὸ πνεῦμα τὸ ἅγιον, ᾧ υἱὸς χρίεται, τίς ἐπινοεῖται τῆς βασιλείας ἡ κατὰ τὴν φύσιν πρὸς ἑαυτὴν ἀλλοτρίωσις;

Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν· ἡ βασιλεία ἐν τῇ τῶν ὑποχειρίων ἀρχῇ πάντως γνωρίζεται. τί οὖν τῆς βασι λευούσης φύσεώς ἐστι τὸ ὑπήκοον; τοὺς αἰῶνας πάντως καὶ τὰ ἐν τούτοις ὁ λόγος καταλαμβάνει· Ἡ γὰρ βασιλεία σου, φησίν, βασιλεία πάντων τῶν αἰώνων. αἰῶνας δὲ λέγων πᾶσαν ἐκ τοῦ περιέχοντος τὴν ἐν αὐτοῖς συστᾶσαν κτίσιν περιλαμβάνει τήν τε ὁρατὴν καὶ ἀόρατον· ἐν αὐτοῖς γὰρ ἐκτίσθη τὰ πάντα διὰ τοῦ ποιητοῦ τῶν αἰώνων. εἰ οὖν ἡ βα σιλεία πάντοτε μετὰ τοῦ βασιλέως νοεῖται, ἡ δὲ ὑποχείριος φύσις ἄλλο τι παρὰ τὴν ἄρχουσαν ὁμολογεῖται, τίς ἡ ἀτοπία τῶν ἑαυτοῖς μαχομένων, τῶν προστιθέντων μὲν τὸ χρίσμα τῷ κατὰ φύσιν βασιλεῖ ὡς ἀξίωμα, καταγόντων δὲ αὐτὸ τοῦτο εἰς τὴν ὑποχείριον τάξιν ὡς τῆς ἀξίας