7
γεγενημένων αὐτομάτως, ἢ ἀφ' ἑτέρου τινὸς ἐσχηκέναι τὴν ἀρχὴν ἐννοεῖν ἐπιτρέπων. ∆ιὰ τοῦτο φησίν· «Ὁ Θεὸς ἐκάλεσε τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα.» Τῆς γὰρ φωτιστικῆς δυνάμεως ἀτρεμεῖν ἐκ φύσεως ἀδυνατούσης, ὅτε τῷ ἄνω μέρει τοῦ κύκλου διεξῆλθε τὸ φέγγος, καὶ πρὸς τὸ ὑποκείμενον ἦν ἡ φορὰ, ἐξ ἀνάγκης τῇ ὑποδρομῇ τοῦ πυρὸς τὸ ὑπερκείμενον ἀπεσκιάσθη, τῆς παχυ τέρας, ὡς εἰκὸς, φύσεως τὴν αὐγὴν ἐπιπροσθούσης. Τὴν οὖν τοῦ φωτὸς ὑποχώρησιν, ἐσπέραν ὠνόμασεν. Καὶ πάλιν ἐκπεριδραμόντος τοῦ πυρὸς τὸν ὑποκείμε νον κύκλον, καὶ τοῖς ἄνω τὴν αὐγὴν ἐπαναγαγόντος, πρωΐαν τὸ γινόμενον προσηγόρευσεν, οὕτως ὀνομά σας τὸν ὄρθρον. Μικρὸν δὲ τὸν λόγον ἐπαναλάβωμεν, ὡς ἂν καὶ τὰ παραθέντα τῆς θείας Γραφῆς, πρὸς τὸν εἱρμὸν τῆς ἀποδοθείσης θεωρίας ἡμῖν συνεργήσειεν. Εἶπε γὰρ ἐν πρώτοις ὁ τῆς κοσμογενεΐας λόγος, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τοῦτο δὲ ἡμεῖς ὑπελάβομεν, ὅτι ἀθρόον τῆς τῶν ὄντων συστάσεως ὁ λόγος παρίστησιν, ἐκ τοῦ περιέχοντος καὶ τὸ ἐντὸς ἐνδεικνύμενος. Τοῖς γὰρ ἄκροις καὶ τὰ μέσα πάντως ἐμπεριέχεται. Ἄκρα δὲ ὡς πρὸς τὴν ἀνθρωπίνην αἴσθησιν, οὐρανός ἐστι καὶ γῆ. ∆ιότι τούτοις ἑκατέρωθεν ἡ τῶν ἀνθρώπων ὄψις ὁρίζεται. Ὥσπερ τοίνυν ὁ εἰπὼν ὅτι Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ μέσα τῇ περιοχῇ τῶν περάτων συμπεριέλαβεν· οὕτω καὶ ὁ Μωϋσῆς τῆς ὑλικῆς τοῦ παντὸς κόσμου καταβολῆς τὴν ἔνδειξιν διὰ τῶν περάτων πεποίηται· συνεργεῖν δέ φαμεν πρὸς τὴν τοιαύτην ὑπόληψιν, τὰ διὰ μέσου ῥή ματα. Γέγραπται γὰρ, ὅτι «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· «ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τῇ μὲν δυνάμει τὰ πάντα ἦν ἐν πρώτῃ τοῦ Θεοῦ περὶ τὴν κτίσιν ὁρμῇ, οἱονεὶ σπερματικῆς τινος δυ νάμεως πρὸς τὴν τοῦ παντὸς γένεσιν καταβληθείσης, ἐνεργεία δὲ τὰ καθ' ἕκαστον οὔπω ἦν. Ἡ γὰρ γῆ, φησὶν, ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος. Ὅπερ 80 ἶσόν ἐστι τῷ λέγειν, ὅτι ἦν, καὶ οὐκ ἦν, Οὐ γάρ που συνδεδραμήκεισαν περὶ αὐτὴν αἱ ποιότητες· ἀπό δειξις δὲ τῆς διανοίας ταύτης, ὅτι ἀόρατον αὐτὴν ὁ λόγος εἶναι φησίν. Τὸ γὰρ ἀόρατον, χρῶμα οὐκ ἐστι· τὸ δὲ χρῶμα, οἷόν τις ἀποῤῥοὴ τοῦ κατὰ τὴν ἐπι φάνειαν σχήματος γίνεται, τὸ δὲ σχῆμα οὐκ ἄνευ σώ ματος. Εἰ οὖν ἀόρατον ἦν, καὶ ἀχρωμάτιστον πάν τως. Τούτῳ δὲ συνθεωρεῖται τὸ ἀσχημάτιστον· ἐκεί νῳ δὲ τὸ ἀσώματον· οὐκοῦν ἐν τῷ ἀθρόῳ τῆς τοῦ κόσμου καταβολῆς, ἦν μὲν ἐν τοῖς οὖσιν ἡ γῆ, ὡς καὶ τὰ ἄλλα πάντα. Ἀνέμεινε δὲ τὸ διὰ τῆς τῶν ποιοτήτων κατασκευῆς. ὅπερ ἐστὶ γενέσθαι. ∆ιὰ γὰρ τοῦ ἀόρατον αὐτὴν εἰπεῖν εἶναι, τὸ μηδὲ ἄλλην τινὰ ποιότητα θεωρεῖσθαι περὶ αὐτὴν ὁ λόγος ἐνδείκνυται. Καὶ διὰ τοῦ ἀκατασκεύαστον ὀνομάσαι, νοεῖν δίδωσι τὸ μήπω αὐτὴν πεπυκνῶσθαι ταῖς σωματικαῖς ἰδιότησιν. Φανερώτερον δὲ διὰ τῆς Συμμάχου καὶ Θεοδο τίωνος καὶ Ἀκύλα γραφῆς ἡ τοιαύτη διά νοια σαφηνίζεται· τοῦ μὲν εἰπόντος· «Ἡ δὲ γῆ ἦν ἀργὸν καὶ ἀδιάκριτον·» τοῦ δὲ ἑτέρου, «Κένωμα καὶ οὐθέν·» τοῦ δὲ ἄλλου. «Οὐθὲν καὶ οὐθέν.» ∆ηλοῦται γὰρ διὰ τούτων, κατὰ τὸν ἐμὸν λόγον, διὰ μὲν τοῦ ἀργοῦ, ὅτι ἐνεργείᾳ μὲν οὔπω ἦν· ἐν μόνῃ δὲ τῇ δυνάμει τὸ εἶναι εἶχε· διὰ δὲ τοῦ ἀδιακρίτου, τὸ μη δέπω ἀποστῆναι ἀπ' ἀλλήλων καὶ ἐφ' ἑαυτῆς ἰδιαζόν τως ἑκάστην τῶν ποιοτήτων γνωρίζεσθαι, ἀλλ' ἐν συγκεχυμένῃ τινὶ καὶ ἀδιακρίτῳ ποιότητι τὸ πᾶν καθ ορᾶσθαι, μὴ χρώματος, μὴ σχήματος, μὴ ὄγκου, μὴ βάρους, μὴ πηλικότητος, μὴ ἄλλου τινὸς τῶν τοιούτων ἐφ' ἑαυτοῦ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ ὑποκειμένῳ θεωρουμένου. Τὴν δὲ αὐτὴν διάνοιαν ἐνδείκνυται ἡμῖν, καὶ τὸ κένωμα καὶ οὐθέν. Τὴν γὰρ χωρητικὴν τῶν ποιοτήτων δύναμιν, τῇ τοῦ κενώματος φωνῇ παρεδή λωσεν· ὥστε διὰ τούτου μαθεῖν, ὅτι δεκτικὴν δύνα μιν τῶν ποιοτήτων ὁ τοῦ παντὸς κτίστης προκατ εβάλλετο· κενὴ δέ τις ἦν αὕτη καὶ ἐν ἑαυτῇ εἶχεν οὐθὲν, πρὶν συμπληρωθῆναι αὐτὴν ταῖς ποιότησι. Τὸν δὲ τρίτον λόγον, ὡς ἐκ τῆς Ἐπικούρου φιλοσοφίας παρευρεθέντα, καταλιπεῖν οἶμαι ἀθεώρητον. Ὅμοιον γάρ τι κἀκεῖνός φησι περὶ τῆς πρώτης τῶν ὄντων ἀρχῆς, κενόφωνον δὲ καὶ μηδὲν τὴν ἀνυπό στατον