1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

†κατηξιωμένοις ἐπεύχεται τῆς νοητῆς ἡλικίας λαβεῖν αὐτοὺς αὔξησιν διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος λέγων· ∆ιὰ τοῦτο ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους οὐ παύομαι προσευχόμενος ὑπὲρ ὑμῶν καὶ αἰτούμενος, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ δίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· εἶτά φησι περὶ τοῦ τρό που τῆς μεταλήψεως τοῦ πνεύματος· Κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας 8,1.59 αὐτὸν ἐκ τῶν νεκρῶν. καθαρῶς περὶ τῆς τοῦ πνεύματος λέγει μετουσίας καὶ τῆς ἐκείνου πρὸς τοὺς μεταλαμβάνον τας ἐνεργείας, ὅπως ἄν, φησίν, καὶ ὑμεῖς τὸν αὐτὸν δέξησθε τρόπον τὴν ἐκείνου πληροφορίαν· εἶτα ὀλίγον ὑποκαταβὰς τῆς ἐπιστολῆς μεῖζόν τι αὐτοῖς ἐπεύχεται, τελειοτέραν ζητῶν ἐλθεῖν ἐπ' αὐτοὺς τὴν τοῦ πνεύματος δύναμιν·

Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῴη ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους· ἵνα ἐξισχύσητε κατα λαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. Ἤδη δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ περὶ τῶν αὐτῶν τοῖς μαθηταῖς διαλέγεται τὸν τοῦ πνεύματος θησαυρὸν αὐτοῖς ἀποκαλύπτων καὶ παρακαλῶν μετασχεῖν· Ζηλοῦτε γάρ φησιν τὰ πνευματικὰ χαρίσματα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην 8,1.60 δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. τί δὲ τὸ κέρδος τῆς ἀγάπης καὶ ποῖα τὰ ταύτης βλαστήματα, τίνων τε ἀφίστησι τὸν ἔχοντα αὐτὴν καὶ τίνα παρέχει, σαφῶς ἐν τούτοις δηλοῖ· Ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, <οὐ παροξύνεται, οὐ λογί ζεται τὸ κακόν,> οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. πάνυ σοφῶς καὶ ἀκριβῶς Οὐδέποτε, φησίν, ἐκπίπτει ἡ ἀγάπη. τί δὲ τοῦτό ἐστιν; κἂν τῶν ἄλλων τις τύχῃ χαρισμάτων, ὧν τὸ πνεῦμα παρέχει (γλώσσας λέγω ἀγγέλων καὶ προφητείαν καὶ γνῶσιν καὶ χαρίσματα ἰαμάτων), μηδέπω δὲ λυτρωθῇ καθαρῶς ἀπὸ τῶν ἔνδον ἐνοχλούντων παθῶν τῇ τοῦ πνεύ ματος ἀγάπῃ μηδὲ τὸ τέλειον τῆς σωτηρίας ἐν τῇ ψυχῇ δέξηται φάρμακον, ἐν φόβῳ καθέστηκεν ἔτι τῆς πτώσεως, τὴν στηρίζουσαν καὶ βεβαιοῦσαν ἐν τῇ τῆς ἀρετῆς στάσει μὴ ἔχων ἀγάπην. Μὴ οὖν οἰηθεὶς διὰ τὴν πλουσίαν καὶ ἄφθονον τοῦ πνεύματος χάριν μηδενὸς ἔτι δεῖσθαι πρὸς τὴν τελείωσιν ἐναπομείνῃς τοῖς ἐκείνου δωρήμασιν· ἀλλ' ὅταν ἔλθῃ πρὸς 8,1.61 σὲ τῆς δωρεᾶς ἐκείνης ὁ πλοῦτος, τότε γίνου τῷ φρονήματι πένης, ὑποπτήσσων ἀεὶ καὶ τὴν ἀγάπην ὥσπερ τινὰ κρηπῖδα τοῦ τῆς χάριτος θησαυροῦ προσδοκῶν τῇ ψυχῇ καὶ πρὸς πᾶν ἀγωνιζόμενος πάθος, μέχρις <ἂν> ἐπὶ τὸ ἄκρον τοῦ τῆς εὐσεβείας ἀφίκῃ σκοποῦ, ἐφ' ὃν αὐτός τε ἔφθασεν ὁ ἀπόστο λος καὶ τοὺς μαθητὰς ἀνάγει δι' εὐχῆς τε καὶ διδαχῆς ὑποδεικνὺς τοῖς ἀγαπῶσι τὸν κύριον, τὴν ὑπὸ τῆς ἀγάπης ἐπὶ τὸ κρεῖττον μεταβολήν τε καὶ χάριν λέγων· Οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ κτίσις καινή· καὶ ὅσοι τῷ