7
Αἰγύπτιοι οἱ Βάρβαροι καλοῦνται παρὰ τῇ θείᾳ Γραφῇ. Ἰδουμαῖοί τε, οἱ καὶ Ἐδωμῖται, πόρνοι, καὶ βέβηλοι, ὡς ἀπὸ τοῦ Ἡσαῦ· οἱ δὲ Μωαβῖται, καὶ Ἀμμανῖται διὰ τὸν τρόπον κελεύονται μὴ εἰσιέναι εἰς Ἐκκλησίαν Θεοῦ. Τῶν Ἰουδαίων οὖν τὸν τρόπον, διὰ τῶν ἐθνῶν τούτων ἐχαρακτήρισε, τούτοις αὐτοὺς καλέσας τοῖς ὀνόμασι. 93.649 "Καὶ ἐπὶ πάντα περικειρόμενον." Τοὺς τὸ φαινόμενον καλλωπίζοντας. Λέγει δὲ τοὺς μόρφωσιν ἔχοντας εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένους. ΚΕΦΑΛ. Ιʹ. "Καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι." Τὰς ἡλιακὰς, φησὶν, ἀνακυκλώσεις ὁρῶντες, καὶ σελήνην φθίνουσαν καὶ αὐξανομένην, καὶ ἀστέρων σχέσιν καὶ ἀπόστασιν, καὶ τὰς κατὰ καιρὸν αὐτῶν ἐκφάνσεις καὶ ἀποκρύψεις, καὶ τὴν εὐάρμοστον αὐτῶν κίνησιν, μὴ φοβηθῆτε αὐτὰ ὡς θεοὺς, ἀλλὰ τὸν ταῦτα ποιήσαντα. "Ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ." Ἐν τῷ Υἱῷ· ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα. "Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατησχύνθη ... ὅτι ψευδῆ ἐχώνευσεν." Ὁ μὴ τὴν γνῶσιν ἔχων ταύτης τῆς θεολογίας, μωρός ἐστιν. "Μάταιά ἐστιν ἔργα ... ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται." Ὅταν ὁ Θεὸς ἐπισκέψηται τὴν γῆν, ἐν τῇ παρουσίᾳ δηλονότι τοῦ Χριστοῦ. "Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασιν αὐτοῦ κατοικοῦσαν." Ὦ γνῶσις Θεοῦ, ἡ ἐν τοῖς ἐκλεκτοῖς κατοικοῦσα, ἀπὸ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ποιημάτων καταλαμβάνεταί σου ἡ ὑπόστασις. Καὶ ἡ Ἐκκλησία δὲ ἔξωθεν, τουτέστιν ἐκ τῶν ἐθνῶν συνήχθη. "Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν." Οὐκ ἐῶντες ἐντρέφεσθαι τῇ πίστει καὶ ταῖς καλαῖς διδασκαλίαις· ἢ ἄρδην ἀνελόντες, ἢ εἰδωλολατρεῖν ἀναγκάσαντες. ΚΕΦΑΛ. ΙΑʹ. "Τάδε λέγει Κύριος· Ἐπικατάρατος ὁ ἄνθρωπος, ὂς οὐκ ἀκούσεται τῶν λόγων." Ὁ Θεὸς καταρᾶται, ἀλλ' οἱ τοὺς θείους παραβαίνοντες νόμους ἑαυτοῖς ἐπισπῶνται τὰ δεινά. "Τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα, καὶ μέλι." Πρὸς μὲν ἱστορίαν, τὴν Παλαιστίνην· πρὸς δὲ διάνοιαν, τὴν Ἐκκλησίαν· γάλα μὲν ποτίζουσαν τοὺς ἀρτιφύτους, μέλι δὲ τοὺς δυναμένους ἀπογεύσασθαι τῶν τελειοτέρων μαθημάτων. "Καθὼς ἡ ἡμέρα αὕτη. Καὶ ἀπεκρίθην, καὶ εἶπα, Γένοιτο, Κύριε." Τὴν θεοφάνιον ἡμέραν τοῦ Σωτῆρος ὁ προφήτης προβλέπει, καθ' ἣν ταῦτα τοῖς πιστοῖς δέδοται, ἣν καὶ εὐχόμενος παραγενέσθαι, φησὶ, Γένοιτο, Κύριε. "Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα." Συμφωνία πάντων ἐπὶ τὸ χεῖρον. "Τί ἡ ἠγαπημένη;" Ἀντὶ τοῦ, Πῶς ἡ ἠγαπημένη; "Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει." Ὅτε τοὺς πατριάρχας ἐκλεξάμενος ἐφύτευσεν. "Εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σέ." Ὅτε, φησὶν, ἔδει καλλιεργηθῆναι τὴν Συναγωγὴν, τότε πυρὸς ἑαυτὴν ἀξίαν κατέστησεν· ἔδει δὲ αὐτὴν καλλιεργηθῆναι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ. "Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι." Θείαν 93.652 ἀποκάλυψιν αἰτεῖ λαβεῖν περί τε τῶν καθ' ἑαυτὸν, καὶ τῶν ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ. "Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον." Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Κύριος, κατὰ τὸν Ἡσαΐαν. Οὐκ ἀντέστη. "Οὐ γὰρ ἐρίσει, φησὶν, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ." "Ἐμβάλωμεν ξύλον." Πρὸς μὲν τὸν προφήτην, βοτάνην τινὰ θανάσιμον, ἵνα ἐσθίων ὀδυνᾶται. Τῷ δὲ τιμίῳ σταυρῷ τὸν ἄρτον τῆς ζωῆς ἐνέπηξαν. "Καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι." Ὅρα πῶς καὶ ἀνώνυμον αὐτὸν ποιῆσαι θέλουσιν, οὐδὲ μνήμην τινὰ αὐτοῦ εἶναι βουλόμενοι. Οὐ γὰρ δὴ μόνον ζῶντας, ἀλλὰ καὶ τελευτήσαντας βαρύνονται τοὺς δικαίους οἱ ἁμαρτωλοί. Ὁρᾷς Ἡρώδην, πῶς τὸν Ἰωάννην ἀνελὼν, ὡς ζῶντος εἶχεν ἐν ἑαυτῷ φόβον; τοσοῦτόν ἐστιν ἀρετὴ, τοσοῦτον κακία, οὕτως ἐκείνη δειλὴ καὶ ἄνανδρος, [ἄλ. δειλὸν καὶ ἄνανδρον,] οὕτως αὕτη ἀνδρεία καὶ πεπαῤῥησιασμένη. "Πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου." Λοιδορούμενος γὰρ οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, κατὰ τὸν ἱερὸν ἀπόστολον. "Ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ." Τοὺς πολίτας τοῦ προφήτου, οἳ καὶ ἐπεβούλευον αὐτῷ. ΚΕΦΑΛ. ΙΒʹ. "∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ. Πλήν." Οἶδα, φησὶν, ὅτι δίκαιος εἶ· λόγον δὲ