τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων· καὶ οὐκ ἦν ὄνομα αὐτῶν οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ. Ὅτε δὲ ὁ μέγας ἐκεῖνος καὶ γιγαντοειδὴς Ἀρμένιος ὁ τῆς Ἀγγουρίνης τῆς Λαικαστρίας γαμβρός, ὁ μακρόχειρ ἐκεῖνος καὶ περιδέξιος, ὃν κατὰ τὴν τῶν Ἀρμενίων διάλεκτον Ἀζάτον ἐκάλουν, ἐκεῖνος γοῦν ἐλθὼν πρὸς τὸν μακαρίτην καὶ ἅγιόν μου πατέρα, εἴτε ὡς πρόσφυξ εἴτε ὡς φίλος οὐκ οἶδα, ἐκεῖνος εἶχε θεράποντα τὸν χθὲς καὶ πρὸ μικροῦ τελευτήσαντα, Μελίαν λέγω τὸν περιβόητον, ὃς καὶ συνεστράτευσεν αὐτῷ πρὸς τὸν δυστυχέστατον πόλεμον, τὸν τοῦ Βουλγάρου λέγω. Τοῦ γοῦν Ἀρμενίου πεσόντος ἐν τῷ προλεχθέντι πολέμῳ πρὸς Συμεὼν τὸν ἀθεώτατον Βούλγαρον-ἦν γὰρ ἐξάρχων τοῦ βασιλικοῦ τάγματος τῶν καλουμένων ἐξκουβίτων-ὅτε καὶ θεοδόσιος ὁ πρωτοβεστιάριος τοῦ μακαρίου μου πατρὸς ἐν αὐτῷ τῷ πολέμῳ ἠφαντώθη καὶ γέγονεν ἄδηλος. Ὁ γοῦν προλεχθεὶς Μελίας ἐκ τούτου τοῦ πολέμου διασωθεὶς καὶ πρὸς τὴν τῶν Ἀρμενίων χώραν ἀπάρας, εὐφυὴς ὢν καὶ πρὸς λῃστουργίαν βαρβαρικὴν ἐπιτήδειος, συμμορίαν τινὰ τῶν Ἀρμενίων ἀναλεξάμενος καὶ ταυτησὶ τῆς πόλεως τὴν ἄκραν κατοχυρώσας ὡς ἠδύνατο, καὶ κατὰ μικρὸν προιὼν ὅλην, ὡς εἰπεῖν, τὴν πόλιν τοῦ πτώματος ἤγειρε· καὶ προβαίνουσα ἐπὶ τὸ πρόσθεν πᾶσα ἡ χώρα, μεστὴ γέγονε τῶν Ἀρμενίων, κουροτρόφος οὖσα ἀγαθή τε καὶ ἱππόβοτος καὶ παντοίων βοσκημάτων εἰς τροφὴν ἐπιτήδειος. ∆ιὸ καὶ θέμα κατωνομάσθη καὶ εἰς στρατηγίδα περίδοξον ἀνήχθη σπουδῇ τουτουῒ τοῦ κραταιόφρονος. Ἡ δὲ ὀνομασία τῆς πόλεως ἀρχαία τις καὶ παλαιὰ ἀπὸ τῆς τῶν Ἀρμενίων γενεᾶς τε καὶ γλώττης ὠνόμαστο. Ἔστι δὲ λόγος τις περὶ αὐτοῦ χαρίεις τε καὶ πρὸς μυθοποιίαν οὐκ ἄμουσος. Γραφὴ γὰρ ἐν τῷ περιβόλῳ τῆς πόλεως ἐντετύπωται οὑτωσὶ διαγορεύουσα· "τί Κωνσταντινούπολις; τί Λυκανδός; τί Θωμᾶς ὁ πρόοικος; τί βασιλεύς;" Ἔστι δὲ ἡ αἰτία τῆς ἐπιγραφῆς αὕτη· ὁ μέγας ἐκεῖνος καὶ περιβόητος βασιλεὺς Ἰουστινιανός, ὅτε τῶν σκήπτρων ἐκράτει τῆς Ῥωμαϊκῆς βασιλείας ὁ τούτου θεῖος Ἰουστῖνος, μονοστράτηγος τῶν Ῥωμαϊκῶν ταγμάτων Καῖσαρ ὢν ἐχρημάτιζε. Καὶ διερχόμενος τὰ μέρη τῆς μικρᾶς Ἀρμενίας κατήντησεν ἐν τῇ Λυκανδῷ. Ὁ γοῦν Θωμᾶς ἐκεῖνος ὁ πρόοικος τῆς αὐτῆς πόλεως τηλικοῦτος ἦν ἐπὶ βοσκήμασι πλούσιος, οἷον τὸν μακάριον Ἰὼβ ἡ θεία παρίστησι ἱστορία· προσήνεγκε δὲ τῷ Ἰουστινιανῷ δῶρον ἐν τάξει κανισκίου θαυμασιώτατόν τε καὶ γραφῆς ἄξιον, μυριάδα προβάτων ταῖς χροιαῖς διαλλάττουσαν, χίλια πρόβατα μέλανα, καὶ ἕτερα λευκότριχα χίλια, καὶ ἕτερα σποδοειδῆ χίλια, καὶ ἕτερα ῥαντὰ τὸν αὐτὸν ἀριθμὸν διασῴζοντα καὶ ἕτερα πυρρὰς ἔχοντα τὰς ὄψεις χίλια, καὶ ἕτερα φαιὰ ὡσαύτως, καὶ ἕτερα ξανθὰς ἔχοντα τὰς τρίχας, τὴν αὐτὴν ποσότητα φέροντα, καὶ ἕτερα περκνὰ τῆς αὐτῆς ὄντα ἰσότητος, καὶ ἕτερα φοινικότριχα χίλια, καὶ ἕτερα χρυσίζοντα, ἔχοντα τοὺς μαλλοὺς οἱονεὶ πινινότριχα, ὁποῖον φημίζουσι τὸ χρυσοῦν δέρας ἐκεῖνο τὸ περιβόητον Ἕλληνες. Καὶ ἁπλῶς αἱ δέκα χιλιάδες ἑτερόχροιαι καὶ παρηλλαγμέναι τοῖς χρώμασι. Τοῦτο θαυμάσας ὁ Καῖσαρ καὶ τὸ δῶρον τοῦ Θωμᾶ προσδεξάμενος, παίζων ἐκέλευσε γραφῆναι ἐν τῇ πύλῃ τῆς πόλεως τουτοῒ τὸ ἐπίγραμμα, ὅπερ ἐν τοῖς ἄνωθεν ἔφημεν. Αὕτη ἡ πόλις ἐπὶ τοῦ μακαρίου μου πατρὸς διὰ τὴν ἀρετὴν τοῦ προλεχθέντος Μελίου, μᾶλλον δὲ τοῦ ἐμοῦ πατρός, τοῦ προμηθῶς τὰ πράγματα διευθύνοντος καὶ σκοποῦντος ἀνδρὸς ἀρετήν, εἰς ὄνομα θέματος ἐχρημάτισε. Καὶ τοσαῦτα μὲν περὶ Λυκανδοῦ καὶ τῆς ὁμόρου αὐτῆς Τζαμανδοῦ. ασια.13 ˉˉΙˉˉΓ. Τρισκαιδέκατον θέμα Σελευκείασ Ἡ δὲ Σελεύκεια μέρος ἐστὶν Ἰσαυρίας, πρὸς μὲν δυσμὰς ὁριζομένη ὑπὸ τοῦ Ταύρου ἐν ᾧ κατοικοῦσιν Ἴσαυροι· πρὸς δὲ ἀνατολὰς ἀποκέκλεισται παρὰ τῶν Κιλικίας ὀρέων, ἐν οἷς εἰσι πόλεις παραθαλάσσιοι, πρώτη μὲν αὐτὴ Σελεύκεια, ἔπειτα Κώρυκος καὶ τὸ Κωρύκειον ἄντρον καὶ λειμὼν ὁ καλούμενος Κροκοφόρος, Σόλοι τε καὶ Αἰγαῖαι καὶ Πομπηϊούπολις καὶ Ἀφροδισιάς, ἥ τε Ἰσσὸς καὶ κόλπος ὁμώνυμος, ἐν ᾧ Μακεδὼν ἐκεῖνος ὁ γεννάδας τε καὶ