Οὐκοῦν τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο Χριστὸς τοὺς ὄντας μὲν ὑπὸ νόμον, οὐ μὴν ἔτι [εσινε ἔτι] καὶ τετηρηκότας αὐτόν. Ἐξεπρίατο δὲ πῶς; Πληρώσας αὐτόν. Καὶ καθ' ἕτερον δὲ τρόπον· Ἵνα λύσῃ τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, εὐπειθῆ καὶ εὐήνιον πρὸς πᾶν ὁτιοῦν ἑαυτὸν παρέστησεν ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρί· γέγραπται γὰρ, ὅτι "Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί." Ὑφῆκε τοίνυν τῷ νόμῳ μεθ' ἡμῶν τὸν αὐχένα, οἰκονομικῶς καὶ τοῦτο πράττων· ἔπρεπε γὰρ αὐτῷ πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐνστάσης δὴ οὖν τῆς ὀγδόης, ἐν ᾗ σύνηθες ἦν τὴν ἐν σαρκὶ τελεῖσθαι περιτομὴν, κατά γε τὸ δοκοῦν τῷ νόμῳ, περιτέμνεται καὶ αὐτὸς ὁ τὸν νόμον δοὺς τῷ Μωϋσῇ, καὶ πρὸ τούτου τῷ Ἀβραάμ. ∆έχεται καὶ τὸ ὄνομα, τουτέστι τὸ, Ἰησοῦς· ἑρμηνεύεται δὲ τοῦτο, Σωτηρία λαοῦ· οὕτω γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζεσθαι τὸν ἴδιον Υἱὸν γεννηθέντα κατὰ σάρκα ἐκ γυναικός· γέγονε γὰρ τότε σωτηρία λαοῦ, καὶ οὐχ ἑνὸς, μᾶλλον 72.497 δὲ παντὸς ἔθνους, καὶ πάσης τῆς ὑπ' οὐρανόν· ἐν ταὐτῷ τοιγαροῦν τὸ τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο. Καὶ τί τὸ αἴνιγμα, φέρε δὴ πάλιν ἴδωμεν. Ὁ μακάριος ἔφη Παῦλος· "Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν." Ἆρ' οὖν τὸ μηδὲν τηρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωϋσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνουσιν αὐτήν; Ναὶ, φαίην ἄν· ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, οὐδέν ἐστιν παντελῶς· ὠδίνει δὲ μυστηρίου τύπον· κατὰ γὰρ τὴν ὀγδόην ἡμέραν ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, καὶ δέδωκεν ἡμῖν τὴν ἐν πνεύματι περιτομήν. Προστέταχε γὰρ τοῖς ἁγίοις ἀποστόλοις, "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ ματος." Τελεῖσθαι δέ φαμεν τὴν ἐν πνεύματι περιτομὴν ἐν καιρῷ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος.(Ε f. 89 b) Καὶ τούτου πάλιν εἰς τύπον ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωϋσέα στρατηγήσας· διεβίβασε γὰρ πρότερον τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραήλ· εἶτα καθίσας εὐθὺς μαχαίραις περιέτεμε πετρίναις. Οὐκοῦν ὅτε διαβῶμεν τὸν Ἰορδάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος· οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν. Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει. Τότε γὰρ, τότε σεσώσμεθα παρ' αὐ τοῦ καὶ δι' αὐτοῦ· "Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε." Οὐκοῦν ὁ θάνατος αὐτοῦ ὑπὲρ ἡμῶν γέγονε, καὶ ἡ ἀνάστασις καὶ ἡ περιτομή· ἀπέθανε γὰρ, ἵνα ἡμεῖς οἱ συναποθανόντες αὐτῷ, αὐτοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, μηκέτι ζήσωμεν τῇ ἁμαρτίᾳ. ∆ιὸ εἴρη ται· "Εἰ συναπεθάνομεν, καὶ συζήσομεν" Ἀποθανεῖν δὲ λέγεται τῇ ἁμαρτίᾳ, οὐχ ὅτι ἥμαρτεν ("Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ"), ἀλλὰ διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ὥσπερ οὖν συναπεθάνομεν αὐτῷ ἀποθνήσκοντι, καὶ συναναστῶμεν αὐτῷ. Πάλιν ἐπειδὴ γέγονεν μεθ' ἡμῶν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃ τοι καὶ τὸ καθ' ἡμᾶς οὐκ ἀτιμάζει μέτρον, ἀλλὰ μεθ' ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον γέγονε, καίτοι νομοθέτης ὢν αὐτὸς ὡς Θεός· περιτέμνεται ὀκταήμερος μετὰ Ἰου δαίων, ἵνα τὴν συγγένειαν βεβαιώσῃ, ὅπως μὴ ἀρνήσωνται αὐτόν· ἐκ σπέρματος γὰρ ∆αβὶδ προσεδοκᾶτο ὁ Χριστός· καὶ ἔδειξε τὸ τεκμήριον τῆς συγγενείας. Εἰ γὰρ καὶ περιτμηθέντος αὐτοῦ ἔλεγον, Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν· εἰ μὴ περιετμήθη κατὰ σάρκα, καὶ τὸν νόμον ἐφύλαξεν, ἔσχεν ἂν πρόφασιν 72.500 εὔλογον αὐτῶν ἡ ἄρνησις· μετὰ μέντοι τὸ περιτμηθῆναι αὐτὸν, πέπαυται ἡ