γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆς δὴ τῆς 26 ἐκκλησίας. Καὶ ἐκείνης γὰρ ὀλίγοι κατεσκίρτησαν ἐπὶ τοῖς πραχθεῖσιν· οἱ δέ γε πλείους προωρῶντο τὸν κύριον ἐνώπιον αὐτῶν διὰ παντὸς καὶ κατὰ τῶν πεπραγμένων ἐγίνοντο. Οὐκοῦν καὶ μερίζονται. Καὶ οἱ μὲν τῷ μικρῷ βασιλεῖ ἐκομίζοντο, καὶ καθάπαξ ὑπαγορεύσαντες ἐκείνῳ καί, ὡς οὐκ ὤφελον, διδάξαντες τὴν τοῦ ἀρχιερέως ἀτιμίαν, ἐπέμενον οἷς ἐκακούργησαν καὶ τὴν διδασκαλίαν ἠσφαλίζοντο καὶ τὸν παῖδα τῷ μαθήματι ἐνερείδοντες τηρεῖν αὐτὸ εἴθιζον καὶ μάλιστα ἡ τὸ πᾶν δυναμένη μήτηρ καὶ ὁ μετ' αὐτὴν Πρωτοσεβαστός, ὁ κατὰ τῆς ἐκκλησίας τότε μελετήσας δυνατὸς γενέσθαι καὶ σὺν γυναιξὶ συστήσας κατὰ τὴν παροιμίαν μάχην. Καὶ οὕτω μέν τινες οἱ τοῦ μὴ καλοῦ. Οἱ δὲ λοιποί, ἐπί τε τῷ πατριαρχικῷ καταστυγνάζοντες δυσπραγήματι ἐπί τε τῇ τῶν Καισάρων δυστυχίᾳ, καταλήγουσιν εἰς κακὸν μέγα καὶ οἴκτιστον. Εἰπεῖν γὰρ ἐν βραχυτάτῳ, πόλεμος κροτεῖται ἱερός, ὡς ἂν καιρίως φαίη τις. Καὶ στεγανοῦνται μὲν οἱ τῆς ἐκκλησίας ἐντὸς ὡς ἐπὶ πολιορκίᾳ μεθ' ὅπλων, οἱ δὲ βασιλικοὶ ἔξωθεν ἐπιπίπτουσι, καὶ πολλοὶ καὶ γενναῖοι. Καὶ πίπτουσι μὲν οὐκ ὀλίγοι τῶν ἐν τῇ ἐκκλησίᾳ, τῶν δὲ βασιλικῶν ἀμύθητοι. ∆ιέβη δέ τι τοῦ τοιούτου κακοῦ καὶ εἰς τὴν ἀγοράν. Τὸ γὰρ βασιλικὸν συμμαχικὸν πολλοῖς ἐνεπήδησε καὶ τοὺς μὲν ἄλλως ἔβλαψε, τινὰς δὲ καὶ τοῦ ζῆν ἀπήγαγεν. Ὅθεν καὶ πλατυνθὲν τὸ κακὸν ἐπλήθυνε τὸ κατὰ τῆς βασιλίδος μῖσος καὶ ἥπλωσε μικροῦ δεῖν εἰς ἅπαντας. Καὶ ἔγεμον αὐτῆς τὰ πάντων στόματα οὐκ εἰς ἀγαθὸν καὶ ἐβουλεύοντο τὰ εἰς κάκωσιν αὐτῆς καὶ ἀπόστασιν. Ὁποῖα δὲ ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, οὐ μόνον ἐκ τῶν παρὰ πόδας ἐπορίζοντο τὰ εἰς ἄμυναν, ἀλλὰ καὶ εἰς τὰ πόρρωθεν ἀνεβίβαζον τοὺς λογισμούς. Καὶ ἀνέβη αὐτοῖς ἐπὶ νοῦν ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν ἄνω τοῦ λόγου παρερρίψαμεν. Ἐδόκει γὰρ ἀξιόμαχος ἐπίκουρος ἀναφανήσεσθαι ἂν πρὸς τὰ ξυμπεσόντα καὶ ἀλεξίκακος, οὐχ ὥστε μὴν ἐκεῖνον δράξασθαι καὶ πρὸς ἑαυτοῦ θέσθαι τὰ ζυγὰ τῆς βασιλείας, ἀλλ' ὡς τῆς μητρός, ἣ φαύλως ἐπιτροπεύειν ἐδόκει, ἔτι δὲ καὶ τῆς τοῦ Πρωτοσεβαστοῦ οἰήσεως ἐξελέσθαι τὸν καταπραγματευόμενον. Καὶ ἦν τοῖς πολλοῖς, ὀκνῶ μὲν εἰπεῖν ὡς πρὸ καὶ αὐτοῦ Θεοῦ, θαρρῶ δὲ ἀσφαλέστερον φράσαι ὡς εὐθὺς μετὰ Θεόν, τὰ τῆς καραδοκίας εἰς τὸν Ἀνδρόνικον. Ὅθεν καὶ τοῦ ἐκκλησιαστικοῦ πολέμου ἀκμὴν ἔχοντος περί που μεσημβριάζουσαν ὥραν καὶ διαβλεπομένου ὡς ἑτερορρεπὴς ὑπὲρ τῶν βασιλικῶν ἔσται, πλάσμα ἦν λόγων τοῖς πολλοῖς, ἤδη δὲ καὶ διανοιῶν ἀνάπλασμα ὑπόκενον, ὡς ἰδοὺ ὁ Κομνηνὸς ἥκει καὶ ἐγγύς που τῆς ἀντιπόρθμου τῷ Βυζαντίῳ αὐλίζεται ∆αμάλεως. Καὶ τὸ βουλόμενον ἑκάστου τῶν πολιτῶν εἶχεν ἐκεῖνον παρόντα τῇ μάχῃ, ὡς εἴπερ ἐκ τῆς Σινωπικῆς χερσο 28 νήσου, ἣν τότε κατεῖχεν, εἰς τὴν Μεγαλόπολιν ἐπτερύξατο. Καὶ ἐδόξαζον ἐκεῖνον σωτῆρα σφῶν ἑκάστου ἔσεσθαι καὶ ἕρμα τῆς βασιλείας, κούφως ἐνταῦθα κἀκεῖ παραγομένης πρὸς τοῦ θέλοντος, εἴπερ μόνον τῷ Πρωτοσεβαστῷ καὶ τῇ ξυνασπιζούσῃ βασιλίδι χαρίζοιτο. Ἔπεμπε γὰρ ὁ Ἀνδρόνικος φαντασίαν τοῖς πλείοσιν ἄνθρωπος εἶναι οἷος διέπειν κόσμον καλῶς, καὶ οἷς δὲ ἔπαθε μαθεῖν ἀγαθὸς εἶναι, πάντως δ' ἂν καὶ τὸν τοῦ Μανουὴλ παῖδα αἰδέσεσθαι κατὰ τοὺς συχνοὺς ὅρκους, καὶ μάλιστα τοὺς ὕστερον, οὓς μετὰ πάθας πολλὰς ἐπέκρινε δοῦναι καὶ δεδωκὼς τὴν τῶν Παφλαγόνων ἀντεκληρώσατο γῆν, ὡς καὶ στρατοπεδαρχεῖν ἐκεῖσε καὶ τὰ ἐκεῖθεν εἰς κέρδος ἀπονοσφίζεσθαι. Καὶ εἶχον μὲν οὕτως ἐλπίδων οἱ τῆς Μεγαλοπόλεως· αἱ δὲ ἦσαν ἐλπίδες ἄλλως καὶ ὀνείρων κατὰ τὸν εἰπόντα σκιά, ὡς ὁ ἐπιὼν χρόνος ἀνέδειξε, ψεύσας τὴν καλὴν ζωγραφίαν, ἣν ὁ καθ' ἕνα ἐπὶ τῷ Ἀνδρονίκῳ ἐνετυπώσατο εἰς ἑαυτόν, καὶ ἀπαλείψας μὲν αὐτήν, ἐκφήνας δὲ τὸν ἄνδρα καινότροπον, εἰπεῖν εὐφημότερον. Ἀλλὰ τοῦτο μὲν μικρόν τι ὕστερον· τότε δὲ ἀνεκαλεῖτο ἕκαστος τὸν Ἀνδρόνικον ὡς ἤδη καὶ παρόντα ἢ γοῦν ἀλλὰ παρεσόμενον.