1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

8

τῶν ἀτόμων φύσιν διὰ τῶν τοιούτων φωνῶν ἐνδεικνύμενος, ὅπερ ὅμοιόν ἐστι τῷ οὐδὲν, καὶ οὐθέν. Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς θεωρίας πάλιν προΐωμεν, πῶς εἰσάπαξ τοῦ πυρὸς τὸν ἀκρότατον τῆς αἰσθητῆς φύσεως ὄρον περιοδεύσαντος, ἀκολούθως τὸ στερέωμα γίνεται· ὅπερ μεθόριόν φησιν εἶναι τῶν τε ὑπερ κειμένων καὶ τῶν ὑποκειμένων ὑδάτων. Ἐγὼ γὰρ οἶμαι σῶμα μέν τοι στεῤῥὸν καὶ ἀντίτυπον, εἴ τέ τι τῶν τεσσάρων, εἴ τέ τι καὶ παρὰ ταῦτα ἕτερον, κα θὼς ἡ ἔξωθεν ἐφαντάσθη φιλοσοφία, μηδὲν περὶ τὸ στερέωμα θεωρεῖσθαι, ἀλλὰ τὸ ἄκρον τῆς αἰσθητῆς οὐσίας, ὅπερ ἡ τοῦ πυρὸς φύσις κατὰ τὴν ἀεικίνητον δύναμιν περιπολεῖ, τοῦτο στερέωμα παρὰ τῆς Γραφῆς ῥηθῆναι, συγκρίσει τῆς ἀϊδίου τε καὶ ἀσωμάτου καὶ ἀναφοῦς ἰδιότητος.

Τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶν τὸ στεῤῥὸν διά τινος πάντως ἀντιτυπίας πεπύκνωται; Τὸ δὲ πυκνὸν καὶ ἀντίτυπον, οὐ καθαρεύει τῆς κατὰ τὸ βάρος ποιότητος· τὸ δὲ βαρὺ κατὰ τὴν φύσιν, ἀνωφερὲς εἶναι οὐ δύναται. Ἀλλὰ μὴν πάσης ὑπέρ κειται τῆς αἰσθητῆς κτίσεως τὸ στερέωμα, οὐκ ἄρα 81 παχύ τι καὶ σωματῶδες περὶ αὐτὸ νοεῖν ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν, ἀλλὰ καθὼς εἴρηται, τῇ πρὸς τὸ νοητόν τε καὶ ἀσώματον παραθέσει, πᾶν ὅσον τοῦ αἰσθητοῦ γένους ἐστὶ, στεῤῥὸν λέγεται, κἂν τῇ φυσικῇ λεπτότητι διαφεύγει τὴν κατανόησιν. Οὐκοῦν ἀκο λούθως ὅσον τῇ περιόδῳ τοῦ πυρὸς διελήφθη· διελήφθη δὲ τὸ πέρας τῆς ὑλικῆς οὐσίας· τῷ ἅπαξ ἰδίῳ τινὶ ὅρῳ περιγραφὲν, στερέωμα μὲν διὰ τὴν ὑλικὴν φύσιν τῇ συγκρίσει τῶν ὑποκειμένων προσηγορεύθη. Οὐρανὸς δὲ ἔσχε τὸ ὄνομα, ὥσπερ καὶ τῷ φωτὶ ὄνομα τὴν ἡμέραν ἔθετο, καὶ τῷ σκότει τὴν νύκτα. Ἡ δὲ τῶν ὑδάτων διάκρισις ἡ κεχωρισμένη τῇ μεσιτείᾳ τοῦ στερεώματος, οὔτε τῆς ὑπολήψεως ἀλλοτριοῦται ταύ της, καὶ πρὸς τὴν Γραφὴν ἀκολούθως ἔχει. Γέγραπται γὰρ ἐν τῇ ἀκολουθίᾳ τῶν εἰρημένων μετὰ τὸ περὶ τῆς γῆς εἰπεῖν· ὅτι «Σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Στοχαζόμεθα τοίνυν ὅτι τὸ πνεῦμα τοῦ Θεοῦ τοσοῦ τον ἀπέχει τοῦ σκότους εἶναι, ὅσον καὶ παντὸς κα κοῦ ἀλλοτρίως ἔχει. Καὶ μυρίας ἔστι περὶ τούτου τῆς ἁγίας Γραφῆς παραθέσθαι φωνὰς, ὅτι καὶ φῶς ἐστιν ἀληθινὸν ὁ Θεὸς, καὶ οἰκεῖ ἀπρόσιτον φῶς. Τὸ δὲ πνεῦμα τοῦ Θεοῦ ταὐτὸν τῇ φύσει ἐστὶν αὐτῷ τῷ Θεῷ· εἰ δὲ μία φύσις τοῦ Θεοῦ καὶ τοῦ πνεύματος, φῶς δὲ ὁ Θεὸς, φῶς ἂν εἴη πάντως καὶ τοῦ Θεοῦ τὸ πνεῦ μα. Τὸ δὲ φῶς ἐν φωτὶ πάντως ποιεῖ ἐκεῖνα, οἷς ἐπι φέρεται. Τὸ δὲ ὕδωρ ᾧ τὸ πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο, ἄλλο τι παρὰ τὴν κατωφερῆ ταύτην τῶν ῥευστῶν ὑδάτων φύσιν ἐστὶν, ὃ τῷ στερεώματι πρὸς τὸ βαρύ τε καὶ κατωφερὲς ὕδωρ διατειχίζεται. Εἰ δὲ ὕδωρ κἀκεῖνο παρὰ τῆς Γραφῆς ὀνομάζεται, ᾧ διὰ τῆς ὑψηλοτέρας θεωρίας τὸ τῶν νοητῶν δυνάμεων πλή ρωμα σημαίνεσθαι στοχαζόμεθα, ξενιζέσθω διὰ τῆς ὁμωνυμίας μηδείς. Καὶ γὰρ καὶ ὁ Θεὸς πῦρ κατ αναλίσκον ἐστὶν, ἀλλὰ καθαρεύει τῆς ὑλικῆς σημα σίας τοῦ πυρὸς ὁ λόγος. Ὥσπερ οὖν τὸν Θεὸν πῦρ μαθὼν εἶναι, ἄλλο τι αὐτὸν παρὰ τὸ πῦρ τοῦτο ἐνόη σας· οὕτω καὶ ὕδωρ θείῳ πνεύματι ἐπιφερόμενον διδαχθεὶς, μὴ τὴν κατωφερῆ φύσιν νοήσῃς τὴν εἰς γῆν καταῤῥέουσαν. Τὸ γὰρ πνεῦμα τοῦ Θεοῦ τοῖς χθαμαλοῖς τε καὶ ἀστάτοις οὐκ ἐπιφέρεται. Οὐκοῦν ὡς ἂν φανερώτερον ἡμῖν ἐκκαλυφθείη τὸ νόημα, διὰ συντομίας τὸν νοῦν τῶν εἰρημένων ἀναληψώμεθα· ὅτι τὸ στερέωμα ὃ ἐπεκλήθη οὐρανὸς, μεθόριον τῆς αἰσθητῆς ἐστι κτίσεως, τὸ δὲ ἀπ' ἐκείνου, νοητή τις διαδέχεται κτίσις, ἐν ᾗ οὐκ εἶδος, οὐ μέγεθος, οὐχ ἡ ἐπὶ τόπου θέσις, οὐ τὸ ἐκ διαστημάτων μέτρον, οὐ χρῶμα, οὐ σχῆμα, οὐ πηλικότης, οὐκ ἄλλο τι τῶν ὑπὸ τὸν οὐρανὸν θεωρουμένων οὐδέν. Καί με μηδεὶς ὑπονοείτω διὰ τῆς τροπολογίας σύγχυσιν ἐπάγειν τῇ θεωρίᾳ τῆς λέξεως, ὡς ταῖς ὑπονοίαις τῶν πρὸ ἡμῶν τὰ τοιαῦτα τεθεωρηκότων συμφέρεσθαι, καὶ λέγειν· τὰς μὲν ἀποστατικὰς δυνάμεις, ἄβυσσον λέ γεσθαι· τὸν δὲ κοσμοκράτορα τοῦ σκότους, τὸ ἐπάνω τῆς ἀβύσσου νοεῖσθαι σκότος. Μήποτε οὕτω παρα νομήσαιμι, ὡς ποίημα Θεοῦ τὴν κακίαν νοῆσαι· σαφῶς εἰπόντος