1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

καὶ οὐκ ἐπεξιοῦσαν ὑπὲρ τοὺς τεταγμένους ὅρους κατὰ τῆς ἠπείρου τὴν θάλασσαν· ὁ ταῦτα καὶ τὰ τοιαῦτα βλέπων πῶς οὐκ ἂν τὰ πάντα διαλάβοι τῷ λόγῳ, δι' ὧν γίνεται τοῖς θεολογοῦσιν ἡ διδασκαλία τοῦ ὄντος, οὐ μικρὰν ἑαυτῷ δύναμιν πρὸς τὴν μετουσίαν τῆς τρυφῆς ἐκείνης παρασκευάσας τῷ εἶναι παρ' αὐτῷ τὰ νοήματα, δι' ὧν ὁδηγεῖται πρὸς ἀρετὴν ἡ διάνοια, γεωμετρίαν τε καὶ ἀστρονομίαν καὶ τὴν διὰ τοῦ ἀριθμοῦ κατανόησιν τῆς ἀληθείας πᾶσάν τε μέθοδον ἀποδεικτικὴν τῶν ἀγνοουμένων καὶ βεβαιωτικὴν τῶν κατειλημμένων καὶ πρό γε τούτων τὴν τῆς θεοπνεύστου γραφῆς φιλοσοφίαν, τελείαν ἐπάγουσαν κάθαρσιν τοῖς δι' αὐτῆς τὰ θεῖα πεπαιδευμένοις μυστήρια; ὁ δὲ μηδενὸς τούτων ἐν γνώσει γενόμενος μηδὲ χειραγωγηθεὶς διὰ τοῦ κόσμου πρὸς τὴν τῶν ὑπερκοσμίων ἀγαθῶν κατανόησιν, ἁπαλός τις καὶ ἀγύμναστος καὶ ἀτριβὴς 87 τὴν διάνοιαν παρελθὼν τὸν βίον, ἐκεῖνος οὐκ ἂν ἐν τοῖς αὐτοῖς εἴη, ἐν οἷς ὁ λόγος τὸν προλαβόντα ἀπέδειξεν, ὡς μηκέτι διὰ τοῦτο μακαριστότερον ἀποδείκνυσθαι κατὰ τὴν προενεχθεῖσαν ἡμῖν ἀντίθεσιν τὸν μὴ μετασχόντα τοῦ βίου τοῦ μετασχόν τος καλῶς. τοῦ μὲν γὰρ κακίᾳ συνεζηκότος οὐ μόνον ὁ ἀπειρόκακος ἂν εἴη μακαριστότερος, ἀλλὰ τάχα καὶ ὁ μηδὲ τὴν ἀρχὴν παρελθὼν εἰς τὸν βίον· τοιοῦτον γὰρ καὶ περὶ τοῦ Ἰούδα διὰ τῆς εὐαγγελικῆς φωνῆς ἐδιδάχθημεν, ὅτι ἐπὶ τῶν τοιούτων κρεῖττον τοῦ κατὰ κακίαν ὑφεστῶτός ἐστι τὸ παντελῶς ἀνυπόστατον· τῷ μὲν γὰρ διὰ τὸ βάθος τῆς ἐμφυείσης κακίας εἰς ἄπειρον παρατείνεται ἡ διὰ τῆς καθάρσεως κόλασις, τοῦ δὲ μὴ ὄντος πῶς ἂν ὀδύνη καθάψαιτο; εἰ δέ τις πρὸς τὸν κατ' ἀρετὴν βίον κρίνοι τὸν νηπιώδη καὶ ἄωρον, ὄντως ἄωρος ὁ τοιοῦτός ἐστι τοιαύτῃ κρίσει περὶ τῶν ὄντων χρώμενος. Ἐρωτᾷς οὖν, ὅτου χάριν ἐν τούτῳ τῆς ἡλικίας τις ὢν τῆς ζωῆς ὑπεξάγεται, τί διὰ τούτου τῆς θείας σοφίας προ μηθουμένης. ἀλλ' εἰ μὲν περὶ τούτων λέγοις, ὅσα τῆς παρανόμου κυήσεως ἔλεγχος γίνεται καὶ διὰ τοῦτο παρὰ τῶν γεννησαμένων ἐξαφανίζεται, οὐκ εἰκότως ἂν τῶν τῆς κακίας ἔργων τὸν θεὸν ἀπαιτοίης τὸν λόγον, τὸν τὰ μὴ καλῶς ἐπὶ τούτῳ γεγενημένα εἰς κρίσιν ἄγοντα· εἰ δέ τις καὶ ἀνατρεφομένων τῶν γεννητόρων καὶ δι' ἐπιμελείας θεραπευόντων καὶ δι' εὐχῆς σπουδαζόντων ὅμως οὐ μετέχει τοῦ βίου, κατακρατοῦντος μέχρι θανάτου τοῦ ἀρρωστήματος (ὃ μόνον τῆς αἰτίας ἀναμφιβόλως ἐστίν), ταῦτα περὶ τῶν 88 τοιούτων εἰκάζομεν, ὅτι τελείας ἐστὶ προνοίας οὐ μόνον γεγονότα θεραπεύειν τὰ πάθη, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχήν τις τοῖς ἀπηγορευμένοις ἐγγένοιτο προνοεῖν. τὸν γὰρ ἐγνωκότα ἐπ' ἴσης τῷ παρεληλυθότι τὸ μέλλον ἐπικωλύειν εἰκὸς τὴν ἐπὶ τὸ τέλειον τῆς ζωῆς τοῦ νηπίου πρόοδον, ὡς ἂν μὴ τῇ προγνωστικῇ δυνάμει τὸ κατανοηθὲν κακὸν ἐπὶ τοῦ μέλλοντος οὕτως βιώσεσθαι τελειωθείη καὶ γένηται τῷ τοιαύτῃ προαιρέσει συζήσεσθαι μέλλοντι ὕλη κακίας ὁ βίος. ὑποδείγματι δέ τινι ῥᾴδιον ἂν εἴη παραστῆσαι τὸ νόημα· ἔστω γὰρ καθ' ὑπόθεσιν παντοδαπή τις εὐωχία προκειμένη τῷ συμ ποσίῳ, ἐπιστατείτω δέ τις τοιοῦτος τῶν δαιτυμόνων, οἷος ἀκριβῶς εἰδέναι τὰ τῆς ἑκάστου φύσεως ἰδιώματα καὶ τί μὲν κατάλληλον τῇ τοιαύτῃ κράσει, τί δὲ ἐπιβλαβὲς καὶ ἀνοίκειον· προσκείσθω δὲ τούτῳ καὶ αὐθεντική τις ἐξουσία τοῦ κατὰ τὸ ἴδιον βούλημα τὸν μέν τινα μετέχειν τῶν προκειμένων ἐᾶν, τὸν δὲ ἀποτρέπειν, καὶ πάντα ποιεῖν, ὡς ἂν κατὰ τὴν ἑαυτοῦ κρᾶσιν ἕκαστος τῶν καταλλήλων προσ άπτοιτο, ἵνα μήτε ὁ νοσώδης ἐπιτριβείη, προσθεὶς ὕλην διὰ τῶν ἐδωδίμων τῇ νόσῳ, μήτε ὁ εὐρωστότερος κάμοι, εἰς πληθωρικὴν ἀηδίαν ἐκπίπτων τῇ ἀκαταλλήλῳ τροφῇ. ἐν τούτοις εἰ μεσοῦντος τοῦ συμποσίου τις τῶν τῇ οἰνοφλυ γίᾳ προσκειμένων ἐξάγεται ἢ ἐν ἀρχῇ ὢν τῆς μέθης ἢ μέχρι τέλους παραμένει τῷ δείπνῳ, ταῦτα τοῦ ἐπιστάτου 89 οἰκονομοῦντος, ὡς ἂν εὐσχημονοίη διαρκῶς ἡ τράπεζα τῶν ἐκ πληθώρας καὶ μέθης καὶ παραφορᾶς κακῶν καθαρεύουσα. ὥσπερ οὖν ὁ τῆς τῶν ἡδυσμάτων κνίσης ἀποσπώμενος οὐκ ἐν ἡδονῇ ποιεῖται τῶν καταθυμίων τὴν στέρησιν, ἀλλ' ἀκρισίαν τινὰ τοῦ ἐπιστατοῦντος καταγινώσκει, ὡς