1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

κανόνι τούτῳ στοιχοῦσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. καὶ πάλιν· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. τὸ καινὴ κτίσις ἀποστολικός ἐστι κανών· ἔστι δὲ οὗτος ὃν αὐτὸς ἐν ἄλλῳ μέρει σαφῶς ἐδήλωσεν εἰπών· Ἵνα παρα στήσω αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. καινὴν κτίσιν ἐκάλεσε τὴν ἐν καθαρᾷ καὶ ἀμώμῳ ψυχῇ καὶ πάσης ἀπηλλαγμένῃ κακίας καὶ πονηρίας καὶ αἰσχύνης ἐνοίκησιν τοῦ ἁγίου πνεύματος. ὅταν γὰρ μισήσῃ μὲν ἡ ψυχὴ τὸ ἁμαρτάνειν, οἰκειώσῃ δὲ ἑαυτὴν τῷ θεῷ κατὰ δύναμιν τῇ τῆς ἀρετῆς πολιτείᾳ καὶ δέξηται μετα ποιηθεῖσα τῷ βίῳ τὴν τοῦ πνεύματος εἰς ἑαυτὴν χάριν, 8,1.62 καινὴ γέγονεν ὅλη καὶ ἀνεκτίσθη. καὶ τὸ Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, τοῦτο δηλοῖ, καὶ τὸ Ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις εἰλι κρινείας καὶ ἀληθείας. ἐπειδὴ γὰρ πολλοὺς μὲν ἵστησιν ὁ πειρατὴς τῇ ψυχῇ βρόχους πανταχόθεν αὐτῇ τὴν ἑαυτοῦ κακίαν προβάλλων, ἐλάττων δὲ καθ' ἑαυτὴν ἡ ἀνθρωπίνη δύναμις τῆς κατ' ἐκείνου νίκης, ὁπλίζειν ἡμᾶς ὁ ἀπόστολος κελεύει τὰ μέλη τοῖς οὐρανίοις ὅπλοις, τὸν θώρακα τῆς δικαιοσύνης κελεύων ἐνδύσασθαι καὶ ὑποδήσασθαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης καὶ περιζώσασθαι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἐπὶ πᾶσι δὲ τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες, δι' ἧς φησι ∆υνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυ ρωμένα σβέσαι· βέλη δέ ἐστι πεπυρωμένα τὰ ἀκόλαστα πάθη· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι παρεγγυᾷ καὶ τὴν ἁγίαν μάχαιραν τοῦ πνεύματος· μάχαιραν δὲ ἁγίαν λέγει τὸν ἐν δυνάμει θεοῦ λόγον, ᾧ χρὴ τὴν δεξιὰν τῆς ψυχῆς ὁπλίσαντα τὰς τοῦ ἐχθροῦ μηχανὰς ἀποκρούεσθαι.

Πῶς οὖν ἡμῖν ληπτέον τὰ ὅπλα, παρ' αὐτοῦ μάθε 8,1.63 τοῦ ἀποστόλου λέγοντος· ∆ιὰ πάσης προσευχῆς καὶ δεή σεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει· ὅθεν καὶ ὑπερεύχεται πάντων οὕτως· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. καὶ πάλιν· Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ὁρᾷς ὅσους ὑπέδειξέ σοι τρόπους τῆς σωτηρίας εἰς μίαν τείνοντας ὁδὸν καὶ σκοπὸν ἕνα τοῦ τέλειον εἶναι Χριστιανόν; τοῦτο γάρ ἐστι τὸ πέρας εἰς ὃ δεῖ φθάσαι διὰ πίστεως ἰσχυρᾶς καὶ ἐλπίδος βεβαίας τοὺς τῆς ἀληθείας ἐραστὰς ἐν ἡδονῇ μετὰ ἀγῶνος καὶ προθυμίας βαδίζοντας. τούτοις καὶ πληροῦται ῥᾳδίως ὁ πρὸς τὸ ἄκρον τῶν ἐν τολῶν τοῦ βίου δρόμος, ὧν ἐξήρτηται πᾶς προφήτης μετὰ τοῦ νόμου. τίνας λέγω τὰς ἐντολάς; Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ μὲν οὖν σκοπὸς τῆς εὐσεβείας τοιοῦτος, ὃν αὐτός τε ὁ κύριος καὶ οἱ παρ' ἐκείνου τὸ εἰδέναι λαβόντες ἀπό 8,1.64 στολοι παρέδοσαν ἡμῖν· εἰ δὲ διὰ μακροτέρων ἀποδεικνύν τες εἰς μῆκος προηγάγομεν τὸν λόγον, τοῦ παραστῆσαι τὴν ἀλήθειαν μᾶλλον ἢ τοῦ συντεμεῖν τὰ λεγόμενα φροντί ζοντες, μεμφέσθω μηδείς. δεῖ γὰρ τοὺς ὀρθῶς φιλοσοφεῖν ἐγνωκότας καὶ τὰς ψυχὰς ἐκ τῶν τῆς κακίας μολυσμῶν λυτρουμένους ἀκριβῶς εἰδέναι τὸν τῆς φιλοσοφίας σκοπόν, ὅπως μεμαθηκότες τῆς τε πορείας τὸν πόνον καὶ τοῦ δρόμου τὸ πέρας ῥίψωσι μὲν πάντες τὴν αὐθάδειαν καὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, τὴν δὲ ἑαυτῶν ψυχὴν μετὰ τοῦ βίου κατὰ τὸ πρόσταγμα τῆς γραφῆς ἀρνησάμενοι πρὸς ἕνα βλέπωσι πλοῦτον, ὃν τῆς εἰς Χριστὸν ἀγάπης ἆθλον τοῖς ἀγαπῶσιν ἔθηκεν ὁ θεός, καλῶν εἰς αὐτὸν πάντας τοὺς τὸν ἀγῶνα τοῦ λαβεῖν προθύμως ὑφισταμένους, οἷς ἐξαρκεῖ πρὸς τὴν τοῦ τοιούτου βίου πορείαν ἐφόδιον ὁ σταυρὸς τοῦ Χριστοῦ· ὃν δεῖ μετ' εὐφροσύνης καὶ ἀγαθῆς ἐλπίδος βαστάζοντας ἀκολουθεῖν τῷ σωτῆρι θεῷ, νόμον καὶ ὁδὸν τοῦ βίου τὴν ἐκείνου ποιουμένους οἰκονομίαν, καθὼς εἶπεν αὐτὸς ὁ ἀπόστολος· Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ