1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

8

λυπηρὸν εἶναι δοκεῖ, καὶ ποιεῖ αὐτὸ αὕτη ἡδύ· τὸ λαμβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν, ὡς μοχθηρὸν, παρασκευάζει. Πάλιν τὸ κακῶς λέγειν γλυκὺ πᾶσιν εἶναι δοκεῖ· αὕτη τοῦτο μὲν πικρὸν ἀποφαίνεται, τὸ δὲ καλῶς λέγειν ἡδύ· οὐδὲν γὰρ οὕτως ὡς τὸν φιλούμενον ἐγκωμιάζειν ἡμῖν ἡδύ. Πάλιν ὁ θυμὸς ἔχει τινὰ ἡδονήν· ἀλλ' ἐνταῦθα οὐκέτι, ἀλλὰ πάντα αὐτοῦ τὰ νεῦρα ἀνῄρηται· κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδαμοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις καὶ ἱκετηρίαι· τοσοῦτον ἀπέχει τοῦ παροξυνθῆναι. Κἂν ἴδῃ ἁμαρτάνοντα, πενθεῖ καὶ ὀδυνᾶται· ἀλλὰ καὶ ὀδύνη αὕτη ἡδονὴν φέρει· τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς. Οὐχ οὕτω γοῦν ἀναπαύονται οἱ γελῶντες, ὡς ὑπὲρ φίλων κλαίοντες· κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν. Ἀλλ' ἡδονὴν ἔχει, φησὶν, ἄτοπον τὸ φιλεῖν. Ἄπαγε, καὶ εὐφήμει, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἡδονῆς καθαρεύει τοιαύτης, ὡς ἀγάπη γνησία. Μὴ γάρ μοι ταύτην εἴπῃς τὴν δη 63.578 μώδη καὶ ἀγοραῖον, καὶ νόσον μᾶλλον ἢ ἀγάπην οὖσαν, ἀλλὰ ταύτην, ἢν ὁ Παῦλος ἐπιζητεῖ, τὴν τὸ συμφέρον τῶν ἀγαπωμένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι, καὶ ὥσπερ οἱ χρήματα φιλοῦντες, οὐκ ἂν ἕλοιντο δαπανῆσαι χρήματα, ἀλλ' ἥδιον ἂν ἐν στενοχωρίᾳ γένοιντο, ἢ ἐκεῖνα ἴδοιεν ἐλαττούμενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, μυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώμενον καταβλαπτόμενον ἰδεῖν. Τί οὖν, φησὶν, ἐὰν ἐχθροὶ ὦσι καὶ Ἕλληνες, οὐ δεῖ μισεῖν; ∆εῖ μισεῖν μὲν, οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγμα· οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὴν πονηρὰν πρᾶξιν, τὴν διεφθαρμένην γνώμην. Ὁ μὲν γὰρ ἄνθρωπος ἔργον Θεοῦ, ἡ δὲ πλάνη ἔργον τοῦ διαβόλου. Εἰ γὰρ δεῖ τοὺς ἐχθροὺς τοῦ Θεοῦ μισεῖν, οὐχὶ ἀσεβεῖς δεῖ μισεῖν μόνον, ἀλλὰ καὶ ἁμαρτωλοὺς, καὶ οὕτως ἐσόμεθα θηρίων χείρους, πάντας ἀποστρεφόμενοι· καὶ ἀπονοίᾳ φυσώμενοι, καθάπερ ὁ Φαρισαῖος ἐκεῖνος. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως ἐκέλευσεν, ἀλλὰ πῶς; Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Τί οὖν ὅταν λέγῃ, φησὶν, Εἴ τις οὐχ ὑπακούει τὸν λόγον ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ; Μάλιστα μὲν περὶ ἀδελφῶν τοῦτο εἴρηται· πλὴν οὔτε τοῦτο ἁπλῶς, ἀλλὰ καὶ τοῦτο μετὰ ἡμερότητος. Μὴ γὰρ δὴ περικόψῃς τὰ ἑξῆς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα προστίθει· καὶ γὰρ εἰπὼν, Μὴ συναναμίγνυσθε, ἐπήγαγε, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ὁρᾷς πῶς τὸ ἔργον μισεῖν τὸ φαῦλον, οὐ τὸν ἄνθρωπον, ἐκέλευσε; Καὶ γὰρ ἔργον τοῦ διαβόλου τὸ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων· καὶ σφόδρα ἐσπούδακεν ἀνελεῖν τὴν ἀγάπην, ἵνα ἐκκόψῃ τῆς διορθώσεως τὴν ὁδὸν, καὶ κατάσχῃ ἐκεῖνον ἐν πλάνῃ, σὲ δὲ ἐν ἀπιστίᾳ τε καὶ ἀπεχθείᾳ, εἶθ' οὕτως ἀποτειχίσῃ τῆς ἐκείνου σωτηρίας τὴν ὁδόν. Ὅταν γὰρ καὶ ὁ ἰατρὸς μισῇ τὸν κάμνοντα καὶ φεύγῃ, καὶ ὁ κάμνων τὸν ἰατρὸν ἀποστρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅταν μήτε ἐκεῖνος αὐτὸν καλῇ, μήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ; Τίνος δὲ ἕνεκεν καὶ ἀποστρέφῃ καὶ φεύγεις αὐτόν; ὅτι ἀσεβής ἐστιν; Οὐκοῦν διὰ τοῦτο δεῖ προσιέναι καὶ θεραπεύειν, ἵνα ἀναστήσῃς νοσοῦντα. Εἰ δὲ ἀνίατα νοσεῖ, ἀλλὰ σὺ τὸ σαυτοῦ ποιεῖν ἐκελεύσθης· ἐπεὶ καὶ ὁ Ἰούδας ἀνίατα ἐνόσει, καὶ οὐ διέλιπεν αὐτὸν ὁ Θεὸς θεραπεύων. Μὴ τοίνυν μηδὲ σὺ ἀποκάμῃς· κἂν γὰρ πολλὰ σπουδάσας μὴ ἀπαλλάξῃς τῆς ἀσεβείας αὐτὸν, καὶ τοῦ ἀπαλλάξαντος λήψῃ τὸν μισθὸν, καὶ παρασκευάσεις αὐτὸν θαυμάζειν σου τὴν ἡμερότητα· καὶ οὕτως εἰς 63.579 τὸν Θεὸν ἡ δόξα ἅπασα αὕτη διαβήσεται. Κἂν γὰρ θαύματα ποιῇς, κἂν νεκροὺς ἐγείρῃς, κἂν ὁτιοῦν ἐργάσῃ, οὐδέποτέ σε οὕτω θαυμάσονται Ἕλληνες, ὡς ὅταν ἴδωσι πρᾶον καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον. Οὐ μικρὸν δὲ καὶ τοῦτο κατόρθωμα· πολλοὶ γὰρ καὶ τέλεον ἀπαλλαγήσονται τοῦ κακοῦ. Οὐδὲν γὰρ οὕτως ἐπισπάσασθαι δύναται, ὡς ἀγάπη. Ἐπ' ἐκείνοις μὲν γάρ σε καὶ ζηλοτυπήσουσι, τοῖς σημείοις λέγω καὶ τοῖς θαύμασιν· ἐπὶ τούτῳ δὲ καὶ