1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς τὴν εἰκόνα τοῦ ἀοράτου θεοῦ, τὸν «πρωτότοκον πάσης κτίσεως», ὁρατῆς τε καὶ ἀοράτου, τὸν δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, κεφαλὴν δεδόσθαι τῆς ἐκκλησίας φησίν, εἶναι δὲ καὶ ἐκ νεκρῶν πρωτότοκον, «ὃς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας.» Οὐ γὰρ ἄνθρωπον ἁπλῶς συναφείᾳ τῇ πρὸς αὐτόν- οὐκ οἶδ' ὅπως-, ὡς ὑμεῖς λέγετε, τετιμημένον ὑπὲρ ἡμῶν δίδοσθαι φαμέν, ἀλλ' ἔστιν αὐτὸς ὁ τῆς δόξης κύριος ὁ ἐσταυρωμένος. «Εἰ γὰρ ἔγνωσαν», φησίν, «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» 37 Πῶς οὖν ὁ αὐτὸς καὶ πέπονθε καὶ οὐ πέπονθεν; Εἰ γὰρ ὅλως οὐ πέπονθε ὡς θεός, πεπονθέναι δὲ λέγεται, πῶς ἂν εἴη θεός; Οὐκοῦν ὁ παθὼν νοοῖτο μόνος ὁ ἐκ σπέρματος ∆αυίδ. Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ταῦτα φάναι; Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ πατὴρ σχετικῇ συναφείᾳ καὶ υἱοθεσίᾳ τετιμημένον· γράφει γὰρ ὧδε· «Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον». Ἐπειδὴ οὖν ἤθελε διὰ τὴν τοῦ κόσμου σωτηρίαν παθεῖν, ἀδύνατον δὲ τοῦτο δίχα σαρκὸς διὰ τὸ εἶναι αὐτὸν φύσει ἀπαθῆ ὡς θεόν, τὴν τοῦ παθεῖν δεκτικὴν προσελάβετο σάρκα καὶ θεὸς ὢν γέγονε καὶ ἄνθρωπος, ἵνα δύναιτο παθεῖν. Ὥστε ἄμφω αὐτῷ προσῆν· σαρκὶ μὲν τὸ παθεῖν, θεότητι δὲ τὸ μὴ παθεῖν· ἦν γὰρ ἐν ταυτῷ θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. Ἀσθενὴς μὲν οὖν πᾶσα παραδειγμάτων ἐπίνοια πρός γε τρανὴν τοῦ μυστηρίου ἐξεικόνισιν, ὅμως γέ τοι πρὸς ἰσχνὴν φαντασίαν τόδε φαμέν· Ὥσπερ σίδηρος ἤγουν ἑτέρα τις ὕλη τοιαύτη ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει τὴν φλόγα, εἰ δὲ πλήττοιτο τυχὸν ὑπὸ τοῦ παίοντος, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω νοήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν υἱόν. 38 Ἐπειδὴ τάς τε προφητικὰς καὶ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ 38 Χριστοῦ φωνὰς πῇ μὲν ὡς περὶ ἀνθρώπου, πῇ δὲ ὡς περὶ θεοῦ, πῇ δὲ ὡς περὶ θεοῦ ἅμα καὶ ἀνθρώπου διαλεγομένας εὑρίσκομεν, τίνα τρόπον μὴ ἐναντιολογεῖσθαι ταύτας πρὸς ἀλλήλας φήσομεν, εἰ μή που τὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ θεὸν εἴποιμεν, φύσει γεγενῆσθαι ἄνθρωπον εἶναί τε μετὰ τὴν ἐνανθρώπησιν, τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον; Οὕτω γάρ, «εἰ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας σαρκὸς» κατὰ τὸν ἀπόστολον, «ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ» καὶ ἐγήγερται παρὰ τοῦ πατρὸς καὶ ἑαυτὸν ἐξανέστησε καὶ ἀνείληπται καὶ αὐτεξουσίως ἄνεισι καὶ κεκάθικεν «ἐν δεξιᾷ τοῦ πατρὸς ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου». 39 Εἰ οὐκ ἀμέσως ἰδία τοῦ λόγου γέγονε ἡ ἀπορρήτως αὐτῷ ἑνωθεῖσα σάρξ, πῶς ἂν νοοῖτο ζωοποιός; «Ἐγὼ γάρ εἰμι», φησίν, «ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Εἰ μὲν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς ἐξ ἀνθρώπου υἱοθετηθέντος λέγεσθαι. Ἐπειδὴ δέ φησιν, «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», πῶς ἡ σὰρξ αὐτοῦ ἑτέρου ἂν εἴη παρ' αὐτόν; Εἰ δὲ καὶ γέγραπται· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ