1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ἰδοὺ σαφῶς τὸν θεόν, οὗτινος ὁ θρόνος εἰς τὸν αἰῶνα τοῦ αἰῶνός φησι χρισθήσεσθαι ὑπὸ τοῦ θεοῦ καὶ πατρός, τοῦ πατρὸς μὲν ὡς θεοῦ, θεοῦ δὲ αὐτοῦ ὡς καὶ σαρκουμένου καὶ ὡς ἀνθρώπου χριομένου. Μιχαίας δέ· «Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος.» Τίς ἔσχε τὴν ἔξοδον ἀπ' ἀρχῆς, εἰ μὴ περὶ οὗ Ἰωάννης ὁ θεολόγος φησίν· «Ἐν ἀρχῇ ἦν ὁ λόγος»; Καὶ πάλιν ∆αυίδ· «Ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Καὶ μετ' ὀλίγα· «Καὶ ταπει νώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.» Ταῦτα οὐ σαφῶς δηλοῖ τοῦ Χριστοῦ τὴν προαιώνιον ὕπαρξιν; Καὶ Βαρούχ· «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἰωάννης δὲ ὁ θεολόγος καὶ εὐαγγελιστής· «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε.» Καὶ μετ' ὀλίγα· «Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν, ὃν εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Πρῶτος ἦν ὡς θεὸς δηλαδή· ὡς γὰρ ἄνθρωπος μετὰ Ἰωάννην ἐτέχθη ὁ Χριστός. Καὶ πάλιν· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.» Τίς δὲ ἐξηγήσατο εἰ μὴ ὁ Χριστός; Αὐτὸς οὖν ἐστιν «ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός». Καὶ Ἰωάννης ὁ πρόδρομος· «Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.» Τὸ εἰπεῖν «ὁ υἱὸς τοῦ θεοῦ» καὶ μὴ εἰπεῖν υἱὸς θεοῦ ἀσυνάρθρως σημαίνει αὐτόν, τὸν ἕνα υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ. Καὶ αὐτὸς ὁ κύριος τῷ Νικοδήμῳ· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.» Πῶς ὁ υἱὸς τοῦ ἀνθρώπου κατέβη ἐκ τοῦ οὐρανοῦ, εἰ μὴ υἱὸς θεοῦ ὢν καὶ φύσει θεὸς υἱὸς ἀνθρώπου γέγονε καὶ ἐταπείνωσεν ἑαυτόν; Τοῦτο γὰρ ἡ κατάβασις· οὐ γὰρ πέφυκε τὸ θεῖον μεταχωρεῖν ἐκ τόπων εἰς τόπους, ἀπερίγραπτον γάρ. Καὶ πάλιν ὁ κύριος. «Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.» Καὶ πάλιν Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί.» Καὶ μετ' ὀλίγα· «Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν.» Ταῦτα περὶ τοῦ Χριστοῦ πάντα λέλεκται. Καὶ πάλιν ὁ κύριος· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ∆ιὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.» Καὶ πάλιν ὁ κύριος· «Ὁ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Καὶ μετ' ὀλίγα· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ.» Καὶ πάλιν· «Πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον.» Εἰ οὖν ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν ὁ Χριστός,