1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

32 Ἰωάννης ὁ θειότατος ἀνακέκραγε λέγων· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» Τίς δὲ ὁ ἐξηγησάμενος εἰ μὴ ὁ ἐκ παρθένου τεχθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς; «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Πῶς ὤφθη ἐπὶ τῆς γῆς «καὶ συνανεστράφη ἀνθρώποις» εἰ μὴ γενόμενος ἄνθρωπος; Αὐτὸς γὰρ ἔφη· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» 33 Φησὶν ὁ ἀπόστολος· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁ κύριος, ἐξ οὐρανοῦ.» Οὐ γὰρ ἐξ οὐρανοῦ τὸ σῶμα κεκόμισται, ἀλλὰ θεὸς ὢν καὶ φύσει θεοῦ υἱὸς «ἐξ οὐρανοῦ» καταβέβηκε καὶ γέγονεν ἄνθρωπος, δεύτερος Ἀδάμ, ὡς ἀρχὴ δευτέρα τῶν ἀναπλαττομένων καὶ πρὸς ἀφθαρσίαν διὰ τῆς ἀναστάσεως μεταστοιχειουμένων. ∆ιὸ καί φησιν· «Ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ δεύτερος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.» 34 Φησὶν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» Καὶ Παῦλος ὁ θειότατός φησιν· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε.» Ἑνὸς υἱοῦ ἐμνημόνευσεν ὁ κύριος εἰπών· «Καὶ τοῦ υἱοῦ», οὐχὶ δέ· Καὶ τῶν υἱῶν. Ὁ δὲ ἀπόστολος εἰς τὸν Χριστὸν καὶ τὸν αὐτοῦ θάνατον βεβαπτίσθαι ἡμᾶς φησιν. Ἐξώσθη τοίνυν καθ' ὑμᾶς ὁ φύσει υἱὸς καὶ εἰσκεκόμισται ὁ υἱοθετηθεὶς διὰ χάριτος. Ἢ εἰς τετράδα ὑμεῖς ἐβαπτίσθητε. Οὐ γὰρ ἡμεῖς, μὴ γένοιτο· ἡμεῖς γὰρ βεβαπτίσμεθα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος καὶ σταυρωθέντος σαρκὶ καὶ ἀναστάντος καὶ τοῦ ἁγίου πνεύματος, εἰς τριάδα ὁμοούσιον καὶ ἀδιαίρετον. Μεμένηκε γὰρ οὐχ ἧττον τῷ πατρὶ ὁμοούσιος καὶ ἐνανθρωπήσας ὁ φύσει υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ μονογενής, καθὼς καὶ τῆς ἐκκλησίας διδάσκει τὸ σύμβολον· 35 «Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννη θέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.» Ὅρα, ὅπως τῶν ἁγίων καὶ θεοφόρων πατέρων ἡ πληθὺς ἕνα κύριον Ἰησοῦν Χριστὸν ἔφησε, τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ οὐ ποιηθέντα, τὸν ὁμοούσιον τῷ πατρί, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸν σαρκωθέντα καὶ πεπονθότα σαρκὶ καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ κεκαθικότα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· ἐμφατικώτατον γάρ ἐστι τὸ «καὶ πάλιν ἐρχόμενον», ὡς καὶ ἤδη ἐξ οὐρανῶν ἐλήλυθεν, ὅτε καθ' ἑκούσιον κένωσιν σαρκωθεὶς ἐνηνθρώπησεν. Οὐ γὰρ ἄλλον τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ ἄλλον τὸν ἐκ παρθένου σαρκωθέντα ἔφησαν, ἀλλ' ἕνα καὶ τὸν αὐτόν. 36 Ἀλλ' ἐρεῖς· Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον παθεῖν δι' ἡμᾶς; Πάνυ μὲν οὖν, σαρκὶ μέντοι καὶ οὐ θεότητι. Εἴπερ ἐστὶν ἀληθὴς ὁ Παῦλος λέγων περὶ αὐτοῦ· «Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ