1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

καὶ τοῖς οἰκείοις τῆς σαρκὸς αὐτοῦ πάθεσι τὰ πάθη ἡμῶν θεραπεύοντος καὶ ὑπογραμμὸν ἡμῖν καταλιμπάνοντος, λίαν ἐπιτετευγμένως. Τοῦτο γὰρ δηλοῖ τὸ «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, καίπερ ὢν υἱός.» Κατατέθηπε γὰρ τὸ μυστήριον ὁ πνευματοφόρος Παῦλος καὶ τὴν περὶ ἡμᾶς τοῦ θεοῦ οἰκονομίαν καὶ τὴν πρὸς ἡμᾶς φιλάνθρωπον συγκατάβασιν, ὅτι «καίπερ ὢν υἱὸς» «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ» ταῦτα πάντα ὑπέμεινε τῇ ἡμετέρᾳ φύσει, ἵνα νευρώσῃ ταύτην κατὰ τῶν παθῶν καὶ διδάξῃ ἡμᾶς ἐν τοῖς πειρασμοῖς πρὸς θεὸν βλέπειν καὶ αὐτὸν πρὸς ἐπικουρίαν καλεῖν καὶ ὅσον πρὸς τελείωσιν καὶ πρὸς ποῖα γέρα καταλήγει ἡ τῶν παθῶν ὑπομονὴ καὶ ὑπακοή. ∆ιὸ καὶ ὁ μακάριος ἔγραφε Πέτρος· «Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε; Ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομένετε, τοῦτο χάρις παρὰ θεῷ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ.» Οὐκοῦν οὐκ ἄνθρωπος μόνον οὐδὲ γυμνὸς θεός, ἀλλὰ θεὸς σεσαρκωμένος ὢν ὁ Χριστὸς «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ» πέπονθέ τε καὶ δέδρακε ταῦτα «ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν», ἐπεί πως ἐπιτιμᾷ τῷ Πέτρῳ φήσαντι· «Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ὅτε τὸ πάθος αὐτοῖς προὔλεγεν. 27 Εἰ λέγοιτο «προκόπτειν ὁ Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», μὴ ψιλὸν ὑποτόπαζε ἄνθρωπον, ἀλλὰ θεὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, ἐφιέντα τῇ οἰκείᾳ σαρκὶ διὰ τῶν οἰκείων τῆς ἰδίας εἶναι φύσεως, ἵνα μὴ τέρας νομισθῇ ἡ ἐνανθρώπησις. 28 Τολμᾷ ὁ Παῦλος, καὶ οὐκ ἄνθρωπον καλεῖν τὸν Ἰησοῦν, οὐχ ὡς οὐκ ἄνθρωπον, ἀλλ' ὡς καὶ θεὸν ὄντα. Γράφει γοῦν πρὸς Γαλάτας· «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν· «Γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Γέγραπται· «Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς.» Φησὶν ὁ Παῦλος· «Γίνεσθε μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπη σεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ λυπούμενος καὶ ἀπευχόμενος τὸ ποτήριον πῶς «ἑαυτὸν παρέδωκεν», εἰ μόνον ἄνθρωπος ἦν; 29 Ὁ μακάριος Πέτρος φησί· «Χριστοῦ οὖν παθόντος σαρκί.» Τίνος ἕνεκεν προσέθηκε τὸ «σαρκὶ» εἰ μὴ εἰδώς, ὅτι θεὸς ἦν ἀπαθὴς τῇ θεότητι; Εἰ ψιλὸς ἄνθρωπος ἔπαθεν ὑπὲρ ἡμῶν, πῶς «ὁ λόγος τοῦ σταυροῦ δύναμις θεοῦ ἐστι;» καὶ πῶς «ὁ τὸ αἷμα αὐτοῦ κοινὸν ἡγησάμενος» κατακέκριται, ὡς «τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας»; 30 Πῶς Χριστὸς ἀνιέναι ἑαυτόν φησιν, «ὅπου ἦν τὸ πρότερον»; Οὔτε γὰρ ὡς θεὸς ἄνεισιν-ἀπερίγραπτος γάρ, τὸ δ' ἀνιέναι καὶ κατιέναι περιγραπτῆς φύσεως-οὔτε ὡς ἄνθρωπος ἦν ἐν οὐρανῷ πρὶν ἀνελθεῖν, ἀλλ' ἄνεισιν ὡς ἄνθρωπος, «ὅπου ἦν τὸ πρότερον» ὡς θεός· θεὸς γὰρ ὁ αὐτὸς ἅμα καὶ ἄνθρωπος. 31 Γέγραπται· «Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον.» Ποία ἀγάπης ὑπερβολή, εἰ κοινὸν ἄνθρωπον χάριτι υἱοποιηθέντα ὑπὲρ ἡμῶν ἔδωκε; Πῶς δὲ καὶ μονογενὴς ὁ υἱοθεσίᾳ τετιμημένος καὶ οὐ φύσει ὢν υἱὸς τῆς γραφῆς λεγούσης· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», καὶ «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»; Ἀλλ' ὥσπερ πολλῶν ὄντων θεῶν θέσει καὶ χάριτι εἷς ἐστιν ὁ φύσει θεός, οὕτω καὶ πολλῶν υἱοθεσίᾳ τετιμημένων εἷς ἐστιν ὁ φύσει υἱὸς τοῦ θεοῦ ὁ μονογενής, ὃν ἔδωκεν ὑπὲρ ἡμῶν.