1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

ἐγένετο καὶ αὐτῇ ὑπόστασις, καὶ γέγονεν ἡ μάχαιρα ἡ πρότερον ἁπλῆ ὑπόστασις οὖσα μόνης σιδήρου φύσεως σύνθετος ὑπόστασις, γεγονυῖα καὶ πυρὸς φύσεως ὑπόστασις, καὶ ἔχει τήν τε τοῦ σιδήρου φύσιν ἀναλλοίωτον καὶ τὴν ὑπ' αὐτοῦ προσληφθεῖσαν τοῦ πυρὸς φύσιν ἀμείωτον, οὕτω καὶ ὁ Χριστὸς ὑπόστασις ὢν μία τῶν τῆς θεότητος ὑποστάσεων πᾶσάν τε τὴν τῆς θεότητος φύσιν ἐν ἑαυτῷ ἔχων ἀνελλιπῆ, προσελάβετο ἐκ τῆς ἁγίας παρθένου σάρκα ἐνυπόστατον, οὐχ ὑπόστασιν, ἐν αὐτῷ δὲ μᾶλλον ὑποστᾶσαν, ἀπαρχὴν τῆς ἡμετέρας φύσεως· καὶ πρότερον ἁπλῆ οὖσα γέγονεν ὕστερον σύνθετος, οὐ φύσις σύνθετος, ἀλλ' ὑπόστασις, σύνθετος δὲ ἐκ τῆς προϋπαρχούσης ἐν αὐτῇ θεότητος καὶ ἐκ τῆς ὕστερον προσληφθείσης σαρκὸς ἐψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ. 3 Εἰ δέ φατε, ὅτι, ὥσπερ ἁμαρτία καὶ κατάρα ἐγένετο, οὕτω καὶ σάρξ, φαμέν, ὅτι οὐκοῦν, ὥσπερ ἐπ' ἀναιρέσει ἁμαρτίας καὶ κατάρας ἐγένετο ἁμαρτία καὶ κατάρα, οὕτω καὶ ἐπ' ἀναιρέσει σαρκὸς σὰρξ ἐγένετο, ἢ ὥσπερ ἐπὶ συστάσει καὶ ἀνακαινισμῷ σαρκὸς σὰρξ ἐγένετο, οὕτως ἐπὶ συστάσει καὶ ἀνακαινισμῷ ἁμαρτίας καὶ κατάρας ἁμαρτία καὶ κατάρα ἐγένετο· ἀλλ' ἁμαρτία μὲν καὶ κατάρα οὐκ οὐσία οὐδὲ κτίσμα θεοῦ, σὰρξ δὲ κτίσμα θεοῦ. Οὐκ ἄρα, ὡς ἁμαρτία καὶ κατάρα γέγονεν, οὕτω καὶ σὰρξ ἐγένετο. 4 Τίς ὁ μετασχὼν παραπλησίως ἡμῖν αἵματος καὶ σαρκός; Ἄνθρωπος γὰρ ψιλὸς σὰρξ καὶ αἷμα τυγχάνων οὐ μετέχειν λέγεται σαρκὸς καὶ αἵματος. Εἰ κατὰ πάντα ἡμῖν ὡμοιώθη, τίς ὁ ὁμοιωθείς; Τὸ γὰρ τισὶν ὁμοιούμενον εἶναι πάντως ἀνάγκη διάφορον. 5 Πῶς «ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικός»; ὁ γὰρ μὴ ὢν οὐκ ἀποστέλλεται. Τί οὖν ὤν, τί ἐκ γυναικὸς γέγονεν, εἴπατε. 6 Εἰ μὴ κατὰ φύσιν υἱὸς θεοῦ ὁ ἐκ παρθένου καὶ φύσει θεός, πῶς «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός»; ∆ῆλον, ὡς ἐξωσθέντος τοῦ κατὰ φύσιν ἢ τετράδι λατρεύομεν καὶ πᾶσαι αἱ νοεραὶ δυνάμεις καὶ ἀνθρωπολάτραι ἐσμέν. 7 «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω», φησὶν ὁ θεός. Πῶς οὖν, εἰ ἄλλος παρὰ τὸν φύσει υἱὸν θεοῦ καὶ θεὸν ὁ ἐκ παρθένου, προσκυνεῖται καὶ λατρεύεται; 8 Εἰ μὴ φύσει υἱὸς θεοῦ καὶ θεὸς ὁ Ἰησοῦς ὁ τῆς παρθένου υἱός, πῶς «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων»; Εἰ δὲ τῷ κατὰ φύσιν υἱῷ μόνῳ κάμπτει πᾶν γόνυ, πῶς τῷ θεῷ, εἰ μὴ καὶ ἄνθρωπος εἴη ὁ αὐτός, «τὸ ὑπὲρ πᾶν ὄνομα» χαρίζεται; Ὡς γὰρ θεὸς οὐ λαμβάνει· ἔχει γὰρ αὐτὸ προαιωνίως. 9 Εἰ «ὁ Χριστὸς» ἐξ Ἰουδαίων «τὸ κατὰ σάρκα», λείπεται αὐτὸν καὶ ἐξ ἄλλου καθ' ἕτερον νοεῖσθαι καὶ εἶναι καὶ λέγεσθαι· τὸ γὰρ εἰπεῖν «κατὰ σάρκα» προσδιωρίσατο, ὡς ἐξ ἄλλου καθ' ἕτερον· καὶ τίνος ἢ κατὰ τί εἰ μὴ ἐκ θεοῦ καθὸ θεός; «Ὄντα» γὰρ καὶ «θεὸν» καὶ «εὐλογητὸν» καὶ «ἐπὶ πάντων» αὐτὸν καλῶν ταῦτα σημαίνει. Ὅτι «ὁ ὢν θεὸς εὐλογητὸς ἐπὶ πάντων» προαιωνίως ἐκ πατρός. Θεὸς γὰρ ἐκ θεοῦ δῆλον ἔσται «τὸ κατὰ σάρκα» ἐξ Ἰουδαίων γέγονεν, ὅτε γέγονεν ἄνθρωπος. 10 Ὁ μακάριος Παῦλός φησι· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.» Εἴπατε, τίς «ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων», ὃς «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»; Ἄνθρωπος