1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

οὐκ ἔστιν ἐν μορφῇ θεοῦ· οὐκ ἐν φύσει θεοῦ γὰρ ὁ ἄνθρωπος. Φύσιν γὰρ τὴν μορφὴν οἶδεν ὁ σύμπας τῶν ἁγίων χορός. Καὶ δοῦλος οὐ κενοῖ ἑαυτὸν μορφὴν δούλου λαμβάνων. Πῶς γὰρ λαμβάνει, ὅπερ ἐστί; Καὶ πῶς ἄνθρωπος ἀνθρώποις ὁμοιοῦται ἢ ὑπήκοος τῷ θεῷ γενόμενος ταπεινοῖ ἑαυτόν; Ἄνθρωπος γὰρ μᾶλλον ὑψοῦται ὑπήκοος τῷ θεῷ γινόμενος καὶ ἴσος τῷ θεῷ καθιστάμενος ἁρπαγμὸν ἡγεῖται. Ὥστε περὶ τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ ταῦτα εἴρηται, ὅτε γέγονεν ἄνθρωπος. Οὐ γὰρ ἄνθρωπος ὢν πρότερον ὕστερον θεὸς ἐχρημάτισεν-οὕτω γὰρ ἁρπαγμὸν ἡγήσατο-, ἀλλὰ θεὸς ὢν ἀπ' ἀρχῆς ὕστερον γέγονεν ἄνθρωπος. Καὶ ὡς μὲν θεὸς ὢν κατὰ φύσιν ταπεινοῖ ἑαυτὸν γενόμενος ἄνθρωπος· ὡς δὲ γενόμενος ἄνθρωπος ὑπερυψοῦται τῷ «ὑπὲρ πᾶν ὄνομα» ὀνόματι τοῦ υἱοῦ τοῦ θεοῦ. Ὁ αὐτὸς γὰρ ἦν καὶ ἔστιν υἱὸς θεοῦ καὶ θεὸς κατὰ φύσιν καὶ υἱὸς ἀνθρώπου ἐγένετο καὶ ἄνθρωπος κατὰ φύσιν· οὕτω γὰρ ὁ θεῖος ἀπόστολος ἀπεφήνατο. Οὐ γὰρ εἶπεν· Ἄνθρωπος ὢν ἐγένετο θεός, ἀλλ' «ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ»· οὐχ ὑψοῦται γὰρ ὁ ὕψιστος, ἀλλὰ ταπεινοῖ ἑαυτὸν ἑκουσίως ἄνθρωπος γενόμενος. Οὐ περὶ ἄλλου τοίνυν τὴν ταπείνωσιν ἔφη καὶ περὶ ἄλλου τὴν ὕψωσιν, ἀλλὰ περὶ τοῦ αὐτοῦ. Εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο δεξάμενος, τὸ μὲν καθὸ θεὸς ὢν γέγονεν ἄνθρωπος, τὸ δὲ καθὸ ἄνθρωπος γεγονὼς ᾠκειώσατο τὰ τῆς φύσεως, καὶ οὕτως ὑπερυψῶσθαι λέγεται. 11 Φησὶν ὁ κύριος πρὸς τὸν πατέρα· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Εἰ θεὸς μόνον, πῶς δοξάζεται; Εἰ δὲ μόνον ἄνθρωπος, πῶς πρὸ αἰώνων εἶχε τὴν δόξαν; 12 «Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος.» Πῶς οὖν θεοποιεῖται καθ' ὑμᾶς ἄνθρωπος τῇ πρὸς τὸν λόγον σχετικῇ συναφείᾳ καὶ κοινωνὸς τῷ πατρὶ τῆς δόξης καὶ τῆς ἀξίας δείκνυται; Ἡμεῖς δὲ οὐκ ἄνθρωπον προσφάτως θεοποιεῖσθαι φάσκομεν, ἀλλὰ τὸν προαιωνίως ὄντα υἱὸν θεοῦ καὶ θεόν, σαρκοῦσθαι ἀτρέπτως· μεμένηκεν γὰρ οὐδὲν ἔλαττον θεὸς καὶ γενόμενος ἄνθρωπος. 13 Ὁ μακάριος Παῦλός φησιν· «Εἰ γάρ εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.» Ἕνα «Χριστόν, δι' οὗ τὰ πάντα», φησί. Ποῖόν φατε τοῦτον; Ἀλλ' εἰ μὲν τὸν ἐκ παρθένου, ἀνάγκη ὑμᾶς τὸν αὐτὸν λέγειν τὸν ἐκ θεοῦ τὸν προαιώνιον, τὸν «δι' οὗ τὰ πάντα». Εἰ δὲ τὸν ἐκ θεοῦ ἄλλον ὄντα παρὰ τὸν ἐκ παρθένου, οὐ Χριστὸς καθ' ὑμᾶς ὁ ἐκ παρθένου· ἕνα γὰρ Χριστὸν ἔφησεν τὸν «δι' οὗ τὰ πάντα». Εἰ δὲ τὸν ἐκ παρθένου ἄλλον ὄντα παρὰ τὸν ἐκ θεοῦ, ἢ δύο δημιουργοὺς φήσετε τοῦ παντὸς ἢ οὐκ ἔσται ὁ ἐκ θεοῦ Χριστὸς οὐδὲ δημιουργός. 14 Φησὶν ἡ γραφή, ὅτι, «ὃς ὁμολογήσει, ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.» Οὐκ εἶπεν υἱὸς τοῦ θεοῦ, ἀλλ' «ὁ υἱὸς τοῦ θεοῦ», ὁ μόνος, ὁ εἷς. 15 ∆ύο φύσεις φατὲ τοῦ Χριστοῦ ἢ μίαν; ∆ύο, φασί. Ποίας ταύτας; Θεότητα πάντως καὶ ἀνθρωπότητα. Πῶς οὖν οὐ θεὸς φύσει καὶ ἄνθρωπος φύσει, εἰ δύο φύσεις ἔχει; Εἰ σχετικήν φατε τὴν ἕνωσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, ποῦ ἡ κένωσις, ποῦ ἡ σάρκωσις, ποῦ ἡ ἐνανθρώπησις; Εἰ γὰρ ἐπὶ σχετικῆς ἑνώσεως ταῦτα ἐκλάβοιτε, πλείστας θεοῦ σαρκώσεις καὶ ἐνανθρωπήσεις, εἰ καὶ μερικάς, εἰσάξετε· πολλοῖς γὰρ θεοφόροις ἀνδράσι, δικαίοις, πατριάρχαις καὶ προφήταις σχετικῶς ἡνώθη θεός. Ἐφ' ἑκάστου οὖν καθ' ὑμᾶς σάρκωσιν καὶ ἐνανθρώπησιν ὑπομεμένηκε. 16 Μιχαίας ὁ προφήτης περὶ τοῦ ἐκ παρθένου τεχθέντος ἐν Βηθλεὲμ ὧδέ φησι· «Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος.» Πῶς τούτου αἱ ἔξοδοι ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος, εἰ μὴ καὶ θεὸς εἴη ὁ αὐτὸς προαιώνιος;