1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

ἐψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ οὐ καθ' ὑπόστασιν, οὐδὲν ἔλαττον καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ταύτῃ ἥνωντο. Εἰ δὲ ἴση ἡ ἕνωσις καὶ μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πρὸς τὴν σάρκα, λεγέσθω ὁ ἐκ παρθένου τεχθεὶς πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον. Τίς γὰρ ἡ ἀποκλήρωσις τὸν λόγον μόνον καὶ υἱὸν ὀνομάζεσθαι θεοῦ; Εἰ δὲ ὁ υἱὸς μόνος ἔσχεν πρὸς αὐτὸν τὴν κατὰ σχέσιν καὶ ἐνέργειαν ἕνωσιν, ἑτεροενεργὴς ἔσται παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅπερ ἄτοπον. Εἰ δὲ καθ' ὑπόστασιν ἡ ἕνωσις γέγονεν, οὐδὲν ἄτοπον ἕψεται· ἑτεροϋπόστατος γὰρ ὁ υἱὸς πρὸς τὸν πατέρα. 22 Ὁ μακάριος Παῦλός φησιν· «Εἷς θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα.» Ἀνθ' ὅτου Ἰησοῦς Χριστὸς ἀμέσως τῷ πατρὶ συντάττεται μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν μονογενῆ θήσομεν εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες ἄνθρωπον, καὶ τοῦτον, καθώς φατε, ἐνεργούμενον ὑπ' αὐτοῦ καὶ δι' αὐτοῦ τιμώμενον; Εἴ φατε, ὅτι, ὥσπερ ὁ Χριστὸς ἐγεννήθη μὲν ἐν Βηθλεέμ, Ναζωραῖος δὲ ἐκλήθη διὰ τὴν ἐν Ναζαρὲτ κατοίκησιν, οὕτω καὶ ὁ θεὸς λόγος ἄνθρωπος ἐκλήθη διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν, οὐκοῦν οὐ σὰρξ οὐδ' ἄνθρωπος γεγένηται οὐδ' εἰκότως ἂν ἄνθρωπος ὀνομάζοιτο, ἀλλὰ σαρκαῖος καὶ ἀνθρωπαῖος ὡς Ναζωραῖος· οὐ γὰρ Ναζαρὲτ κέκληται ὁ Χριστός, ἀλλὰ Ναζωραῖος. 23 Εἰ διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν καὶ σχετικὴν ἕνωσιν ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος ὀνομάζεται, οὐκοῦν καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἄνθρωποι ὀνομαζέσθωσαν· κατοικεῖ γὰρ ἐν ἡμῖν τῆς ἁγίας τριάδος τὸ πλήρωμα διὰ τοῦ πνεύματος. Καὶ γοῦν φησιν ὁ πάνσοφος Παῦλος· «Οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;», καὶ αὐτὸς ὁ Χριστός· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα». Ἀλλ' οὐδαμῶς ἄνθρωπος εἴρηται ὁ πατὴρ, οὔτε μὴν τὸ πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Οὐκοῦν οὐδὲ ὁ υἱὸς διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν ἄνθρωπος ὀνομάζεται, ἀλλ' ὡς ἀληθῶς κατ' οὐσίαν γενόμενος ἄνθρωπος. 24 Εἰ, ἐπείπερ ἦν ὁ λόγος ἐν τῷ Χριστῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν εἶναι αὐτόν φατε· ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. 25 Ἡγιάσθαι γέγραπται ὁ Χριστὸς παρὰ τοῦ πατρὸς καὶ τὴν ἐπιδημίαν δεδέχθαι τοῦ πνεύματος. Πῶς οὖν ἐν ἁγίῳ βαπτίζει πνεύματι καὶ τὰ μόνῃ πρέποντα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ. Καὶ τοῦτο δεικνὺς ὡς ἴδιον ἀγαθόν φησι· «Λάβετε πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται.» Ἁγιάζεται τοίνυν καθὸ ἄνθρωπος, ἁγιάζει δὲ καθὸ θεός, εἷς ὢν ὁ αὐτός. 26 Γέγραπται περὶ Χριστοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθε, ἀφ' ὧν ἔπαθε, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» Ἔτι καὶ αὐτὸς ὁ κύριος· «Θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;» Εἰ μὲν περὶ ψιλοῦ ἀνθρώπου ταῦτα ἐλέγετο, ἀκηδιῶντος ἄρα καὶ ἀφόρητον ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον καὶ δέει νενικημένου καὶ οὐ γενναίου τὸν τρόπον οὐδ' ἀνδρικὸν ἔχοντος φρόνημα-ἀλύοντος γὰρ ἐκ μικροψυχίας τὰ ῥήματα· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου», καὶ «νῦν ἡ ψυχή μου τετάρακται», καὶ «πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο»-, ταῦτα τὰ ῥήματα ἢ μὴ εἰδότος τὸ θεῖον θέλημα ἢ ἀντιπίπτοντος τῷ θείῳ θελήματι· εἰ δὲ ὡς περὶ θεοῦ γυμνοῦ ἀνθρωπότητος, ἀπεοικότα πάντη καὶ ἀπεμφαίνοντα. Περὶ δὲ θεοῦ σεσαρκωμένου καὶ ἐνηνθρωπηκότος