λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Ὁ δὲ Λουκᾶς τὸν αὐτὸν τρόπον ἱστορῶν ἑρμηνεύει, τί ἐστι τὰ ἀγαθὰ, λέγων· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. Εἰ μὴ γὰρ ἦν τῆς οὐσίας τοῦ μόνου ἀγαθοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἀγαθὸν ἐκλήθη, ὁπότε ὁ Κύριος παραιτεῖται τὸ καλεῖσθαι ἀγαθὸς, καθὸ ἄνθρωπος γέγονε, λέγων· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὸ δὲ ἅγιον Πνεῦμα οὐ παραιτεῖται ἡ Γραφὴ καλεῖν ἀγαθὸν, κατὰ τὸν ∆αβὶδ τὸν λέγοντα· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Καὶ ὅτε πάλιν ὁ Κύριος λέγει περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἀλλαχοῦ τὸ ἅγιον Πνεῦμα καλεῖ ἄρτον οὐράνιον λέγων· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἐδίδαξε γὰρ ἡμᾶς ἐν τῇ εὐχῇ ἐν τῷ νῦν αἰῶνι αἰτεῖν τὸν ἐπιούσιον ἄρτον, τουτέστι τὸν μέλλοντα, οὗ ἀπαρχὴν ἔχομεν ἐν τῇ νῦν ζωῇ, τῆς σαρκὸς τοῦ Κυρίου μεταλαμβάνοντες, καθὼς αὐτὸς εἶπεν· Ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Πνεῦμα γὰρ ζωοποιοῦν ἡ σάρξ ἐστι τοῦ Κυρίου, διότι ἐκ Πνεύματος τοῦ ζωοποιοῦ συνελήφθη. Τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστι. Καὶ ὅτε λέγει ὁ Ἱερεμίας περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· Καὶ οὐκ εἴπατε, φησὶ, Ποῦ ἐστιν ὁ Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὁ Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδηγηκέναι τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἔστι γοῦν ἀκοῦσαι αὐτοῦ λέγοντος· Ἤγαγεν αὐτοὺς διὰ τῆς 1013 ἀβύσσου ὡς ἵππον διὰ τῆς ἐρήμου· καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ τοῦ πεδίου. Καὶ κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Πρὸς δὲ Κορινθίους γράφει ὁ Ἀπόστολος, ὅτι Χριστὸς ἦν ὁ ὁδηγῶν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ ὅτε λέγει ὁ Παῦλος ὑπὸ τοῦ Θεοῦ κεκλῆσθαι αὐτόν· Ὁ Θεὸς, φησὶν, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Ῥωμαίους δὲ ὑπὸ τοῦ Χριστοῦ κεκλῆσθαι λέγει γράφων πρὸς αὐτούς· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὸν Παῦλον καὶ τὸν Βαρνάβαν κεκληκέναι εἴρηκεν εἰς τὸ τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν Χριστόν. Καὶ τό γε θαυμαστὸν, τοῦ Ἰησοῦ εἰπόντος Παύλῳ ἐν τῷ ἱερῷ· Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστέλλω σε· καὶ τοῦ Παύλου Γαλάταις γράφοντος, Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· καὶ μετ' ὀλίγον· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τοῦτο, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ· τὸ Πνεῦμα τὸ ἅγιον ἀποστεῖλαν τόν τε Παῦλον καὶ τὸν Βαρνάβαν φαίνεται, κηρῦξαι τοῖς ἔθνεσι τὸν Χριστόν. Καὶ ὁτὲ μὲν ἐκ προσώπου τοῦ Πατρὸς λαλοῦσιν οἱ προφῆται, ὡς ὅταν ἐν Ψαλμοῖς λέγῃ ὁ Θεός· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, Εἰ τῷ ∆αβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ καθὼς ὁ Πέτρος εἴρηκε· Προφήτης οὖν ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι τὸν Χριστὸν κατὰ σάρκα ἐπὶ τοῦ θρόνου αὐτοῦ· ὁτὲ δὲ ἐκ προσώπου τοῦ Υἱοῦ, ὡς ὅταν λέγῃ ὁ Ἡσαΐας· Τάδε λέγει Κύριος· ∆ι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. ∆ιὰ τοῦτο γνώσεται ὁ λαός μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ ὄνομά μου· ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι· ὁτὲ δὲ ἐκ προσώπου τοῦ 1016 ἁγίου Πνεύματος, ὡς ὅταν ὁ μὲν προφήτης Ἄγαβος λέγῃ· Τάδε λέγει τὸ Πνεῦμα τὸ