1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

8

ἀπολογίας ἐπὶ τῶν σῶν κριμάτων ἐπιζητῶ. Ἢ καὶ οὕτως· Χρή με πρότερον ἀπολογήσασθαί σοι, Κύριε, ὅτι δίκαιος εἶ, εἶτα ζητῆσαι τῶν ἀπορουμένων τὴν αἰτίαν. "Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;" Οἶδας ὅτι οὐ φθονῶν λαλῶ, ἀλλ' ἐρωτῶν. "Ἐφύτευσας αὐτούς." Ἀντὶ τοῦ, ἐδημιούργησας αὐτοὺς, ὡς πάντων ποιητὴς, καὶ οὐκ ἐξεκόπησαν ἁμαρτάνοντες. "Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν." Οἶδας, φησὶν, ὅτι μέχρι χειλέων τιμῶσί σε, καὶ οὐκ ἐπάγεις αὐτοῖς πειρασμοὺς, ἵνα δοκιμάσῃς αὐτῶν τὰ βάθη τῆς διανοίας. "Ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς." Οὐ κατευχόμενος αὐτῶν τοῦτό φησιν, ἀλλὰ πληροφορούμενος, ὅτι εἰ καὶ βραδὺ, πλὴν ἥξει ἡ τιμωρία αὐτοῖς. Τὸ δὲ, ἅγνισον, ἀντὶ τοῦ, Ἑτοίμασον, εὐτρέπισον, ὡς ἐπὶ τῶν μελλόντων θύεσθαι. "Ἠφανίσθησαν κτήνη καὶ πετεινά." ∆ιὰ τὴν ἀφορίαν τῆς γῆς. Πρὸς δὲ διάνοιαν, κτήνη ἂν καὶ πετεινὰ νοήσῃς ἀφανιζομένους ἀνθρώπους, τῶν μὲν οὐρανίων ἐπιθυμοῦντας, τῶν δὲ ἐπιγείων μὴ ἀφισταμένους. "Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε." Πρὸς τοὺς ἁμαρτάνοντας ὁ λόγος· Τρέχοντες γὰρ, φησὶν, ἐπὶ τὰ πονηρὰ, ἐκλύετε τοὺς τόνους τῆς ἀρετῆς. 93.653 "Πῶς παρασκευάσῃ ἐφ' ἵππους." Πῶς προσκρούων Θεῷ, δι' ἱππικῆς βοηθείας πιστεύεις σώζεσθαι; Πρὸς δὲ διάνοιαν, ἵπποι τὸν θεῖον ἔχοντες ἐποχούμενον λόγον, ἀπόστολοι καὶ προφῆται. Πῶς οὖν δύνασαι, φησὶ, παρασκευάζεσθαι εἰς τὴν τούτων ὠφέλειαν, τὰ τῆς κακίας ἔργα μεταδιώκων; "Καὶ ἐν γῇ εἰρήνης σου πέποιθας;" Μὴ θάῤῥει, φησὶν, ἐπὶ τῇ νῦν εἰρήνῃ τῆς γῆς· ἥξει γὰρ πάντως ὁ πόλεμος, σοῦ πλημμελοῦντος. Πρὸς δὲ διάνοιαν· Πῶς δύνῃ, φησὶν, ἐπὶ τῇ γνώσει τῆς εὐσεβείας θαῤῥεῖν ἁμαρτάνων; Γῆ γὰρ εἰρήνης ἐστὶν ἡ εὐσέβεια, δι' ἧς πρὸς Θεὸν εἰρηνεύομεν. "Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;" Καύχημα τοῦ Ἰορδάνου, τὸ θεῖον βάπτισμα. Πῶς οὖν δύνῃ καυχᾶσθαι ἐπὶ τῷ βαπτίσματι ἁμαρτάνων; "Ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν, μὴ πιστεύσῃς ἐν αὐτοῖς." Εἰ μὲν πρὸς τὸν προφήτην ὁ λόγος, περὶ τῶν ἐν Ἀναθὼθ πολιτῶν αὐτοῦ φησιν, οἵ τινες ἐβούλοντο αὐτὸν ἀνελεῖν. Εἰ δὲ πρὸς τὸν ἁμαρτωλόν· Οἱ πάλαι, φησὶ, διὰ τὴν εὐσέβειαν προσῳκειωμένοι σοι, νῦν βδελύσσονταί σε, καὶ πολέμιοί σοι γεγόνασι, καὶ ἐκδιώκουσί σε. "Μὴ σπήλαιον ὑαίνης." Τὸ τῆς ὑαίνης σπήλαιον μεστόν ἐστιν ἀκαθαρσίας, καὶ ὀστέων νεκρῶν ἐκ διαφόρων σωμάτων. Τοιοῦτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τάφοι κεκονιαμένοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, τουτέστι πάσης ἀκαθαρσίας πεπληρωμένοι. "Ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν." Πάντα δι' ἁμαρτίαν πολεμοῦντα τὸν ἄνθρωπον· πρὸς δὲ ἱστορίαν τοὺς Ῥωμαίους φησίν. "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου" Ἡ κατὰ Θεὸν ποιμαντικὴ μία ἐστίν. Οἱ δὲ πολλοὶ ποιμένες, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε αἱρετικοὶ, διαφόρους εἰσηγοῦνται διδασκαλίας, καὶ ἔκαστος τὴν ἑαυτοῦ κρατῦναι βούλεται· ὅθεν καὶ διάφοροι τῶν διδασκομένων οἱ τρόποι. "∆ι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ." Ἐκ μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν Ἰουδαίων ἡ χώρα· ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμενον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐνδεδωκότα ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ἐννοῶν, ὅτι ὁ Θεός ἐστιν ὁ τῶν ἀνθρώπων κύριος, καὶ οὐκ ὀφείλουσιν αὐτοὶ διὰ τῆς οἰκείας διδασκαλίας κλῆρον ἑαυτῶν ποιεῖσθαι τοὺς διδασκομένους, ἵνα κυριεύσωσιν αὐτῶν. "Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ." Οἱ τῶν Ἰουδαίων αἰχμάλωτοι. Πρὸς δὲ διάνοιαν, οἱ τὴν ἄκαρπον τῶν πολλῶν ποιμένων παραδεχόμενοι διδασκαλίαν. "Ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς." Πρὸς μὲν ἱστορίαν, ἡ τῶν Ῥωμαίων χεὶρ πορθοῦσα τὴν Ἰουδαίων γῆν· πρὸς δὲ διάνοιαν, τὴν συγχώρησιν τοῦ Κυρίου, διὰ τὸ 93.656 αὐτεξούσιον τῶν τε ποιμένων, καὶ ποιμαινομένων, μάχαιραν Κυρίου νοήσεις διαφθείρουσαν τοὺς ἐν πάσῃ γῇ ταῖς ποικίλαις διδασκαλίαις πειθομένους, οἵτινες οὐδὲ εἰρηνεύουσι πρὸς ἀλλήλους. "Ἐσπείρετε πυροὺς, καὶ ἀκάνθας ἐθερίσατε." Πρὸς τοὺς πολλοὺς ποιμένας