περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται. Ἡ τοίνυν Σελεύκεια οὐ θέμα τὸ πρὶν ἐχρημάτιζεν οὐδὲ στρατηγίδος ἐκεκλήρωτο ὄνομα, ἀλλὰ κλεισοῦρά τις ἦν καὶ φυλακὴ διὰ τὰς ἐκδρομὰς τῶν ἐκ Ταρσοῦ προιόντων Σαρακηνῶν, διὰ τὸ εἶναι τὸν τόπον δυσπρόσοδον. Ὁ δὲ κύριος Ῥωμανός, ὁ καλός τε καὶ ἀγαθὸς βασιλεύς, ὥσπερ πλάτος μῆκός τε καὶ μέγεθος ἐπιτιθεὶς τῇ τῶν Ῥωμαίων ἀρχῇ, στρατηγίδα αὐτὴν ἀπετέλεσε. Τὸ δὲ τῆς πόλεως ὄνομα καὶ τὸ καλεῖσθαι Σελεύκεια ἀπὸ Σελεύκου τοῦ κτίστου τοῦ καλουμένου Νικάτορος τὴν προσωνυμίαν ἐπλούτησε. Τὰ δὲ ἄνω Σελευκείας καὶ μεσόγαια καλεῖται ∆εκάπολις, καὶ ἔστι πρώτη μὲν Γερμανικούπολις, δευτέρα δὲ Τιτιούπολις, τρίτη ∆ομετιούπολις, τετάρτη Ζηνούπολις, πέμπτη Νεάπολις, ἕκτη Κλαυδιούπολις, ἑβδόμη Εἰρηνούπολις, ὀγδόη ∆ιοκαισάρεια, ἐνάτη Λαύζαδος, δεκάτη ∆αλισανδός, ἐν ᾗ τὸ σκουτάριον τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐν τῷ τρούλλῳ τοῦ ναοῦ αὐτοῦ ἀποκρέμαται. Καὶ ταῦτα μὲν περὶ Σελευκείας. ασια.14 ˉˉΙˉˉ∆. Τεσσαρεσκαιδέκατον θέμα τὸ λεγόμενον Κιβυρραιωτόσ Τὸ δὲ θέμα τῶν Κιβυρραιωτῶν ἀπάρχεται μὲν ἀπ' αὐτῆς τῆς Σελευκείας τῆς πρὸς θάλασσαν πρὸς ἀνατολὴν κειμένης, καταλήγει δὲ πρὸς μῆκος ὡς δυσμὰς ἕως αὐτῆς Μιλήτου τῆς πόλεως καὶ τῆς Ἰασοῦ καὶ τοῦ Βαργυλιακοῦ κόλπου, ἤγουν τῶν καλουμένων Ἀντανίων, ἐν ᾧ κεῖται ἥ τε Μύλασσα, πόλις διάφημος, καὶ αὐτὰ τὰ Βαργύλια, ἥ τε Μύνδος καὶ ἡ καλουμένη Στρόβηλος, ἥ τε Ἁλικαρνασσός, ἡ Ἡροδότου πατρίς, ἡ τῆς Ἀρτεμισίας πόλις ἡ πολυθρύλητος, ἐν ᾗ ὁ Μαυσώλου τάφος ὁ περιβόητος ἵδρυται. Ἀνερχόμενος τοίνυν πρὸς ἀνατολὴν εὑρήσεις τὸν Κεραμεικὸν κόλπον καλούμενον καὶ πόλιν τῷ κόλπῳ ὁμώνυμον. Ἐπ' ἄκρων δὲ τοῦ κόλπου ἥ τε πόλις Κνιδίων κατῴκισται, καὶ τὸ τῆς Ἀφροδίτης τέμενος περιβόητον, ἐν ᾧπερ ἦν τὸ τῆς Ἀφροδίτης ἄγαλμα, μνημεῖον τῆς Πραξιτέλους τέχνης ἀπαραμίλλητον. Ἐπαναβαίνοντι δὲ αὖθις πρὸς ἀνατολάς, κόλπος ἐστὶν Οἰδιμὸς ὄνομα καὶ λιμὴν καλούμενος Λάρυμα, ὧν κατέναντι νῆσος ἡ Σύμη, καὶ πρὸς τὸ πέλαγος καταντικρὺ τῆς Ῥοδίων περαίας καὶ ὁπλοθήκης, νῆσος ἡ Ῥόδος· αὕτη π[ε]λαγία ἐξήπλωται, πρὸς βορρᾶν τε καὶ νότον ἐναποβλέπουσα. ∆ιαβαίνων τε τὴν ἐφεξῆς θάλασσαν εὑρήσεις πόλιν Τελμισὸν ἐκείνην τὴν περιώνυμον· ἔπειτα Πάταρα, εἶτα Ξάνθον τὴν Πρωτογένους ἐκείνου τοῦ ζωγράφου πατρίδα, ὃς τὸ ∆ιονύσιον τὸ ἐν Ῥόδῳ τοῖς ζωγραφικοῖς κατελάμπρυνε πίναξιν, εἶτα τὴν Λυκίων πόλιν, τὴν μυρίπνουν τε καὶ τρισόλβιον, ἐν ᾗπερ ὁ μέγας Νικόλαος, ὁ τοῦ Θεοῦ θεράπων, ἀναβλύζει τὰ μύρα κατὰ τὸ τῆς πόλεως ὄνομα. Εἶτα Φοῖνιξ ὁ ποταμὸς καὶ πόλις ὁμώνυμος, εἶτα Φασιλὶς ἡ περίκλυτος, εἶτα ἡ Ἀττάλου τοῦ Περγαμηνοῦ πόλις ἐπώνυμος, εἶτα τὸ Σύλαιον, ἔπειτα Πέργη ἡ περιώνυμος, εἶτα Σίδη τὸ τῶν πειρατῶν ἐργαστήριον, εἶτα Σέλγη ἡ τῶν Λακεδαιμονίων ἄποικος, εἶτα τὸ Καλ[λιστ]ὸν ὄρος καλούμενον, εἶτα τὸ καλούμενον Ἀνεμούριον, εἶτα Ἀντιόχεια ἡ μικρά. Ἔπειτα Κιβύρρα πόλις ἐκείνη, ἐξ ἧς καὶ τὸ θέμα τὴν ἐφύβριστον καὶ πονηρὰν ὀνομασίαν ἐκληρονόμησεν, εἶτα Σελινοῦς, μικρὸν πολισμάτιον καὶ ποταμὸν ὁμώνυμον ἔχουσα, εἶτα Μέλας ὁ ψυχρὸς ποταμός, ἔπειτα τὸ τῆς Συκῆς πολισμάτιον, εἶτα λιμὴν ὁ καλούμενος Παλαιός, εἶτα αὐτὴ ἡ Σελεύκεια· καὶ αὗται μὲν αἱ παραθαλάσσιοι πόλεις, ἃς ὁ τῶν Κιβυρραιωτῶν στρατηγὸς διανέμεται. Ἄνω δὲ πρὸς τὴν ἤπειρον καὶ αὐτὴν τὴν μεσόγαιον, ἐν ᾗ καταλήγει τὸ τῶν Θρᾳκησίων καλούμενον θέμα, ἀπάρχεται μὲν ἀπὸ αὐτῆς τῆς Μιλήτου, εἶτα διαβαίνει τὴν Στρατονίκειαν καὶ τὰ καλούμενα Μόγολα καὶ τὴν πόλιν Πισύης· διεκτρέχει δὲ τὴν καλουμένην Ἁγίαν καὶ παρέρχεται τὴν Ταυρόπολιν· συνάπτει δὲ πρὸς τὴν Τλῶ καὶ Οἰνίανδα, εἶτα παρέρχεται Φίλητα καὶ αὐτὴν τὴν Ποδάλειαν· διεκτρέχει δὲ τὸ καλούμενον Ἀνεμότειχος καὶ συνάπτει πρὸς τὴν πόλιν Σαγαλασσόν· εἶτα καταλήγει πρὸς τὰ μέρη τοῦ Ταύρου, ἐν ᾧ τὸ τῶν Ἰσαύρων γένος κατῴκισται. Καὶ τοσαύτη μὲν ἡ τοῦ Κιβυρραιώτου περιοχή. Ἔλαβε δὲ