περιτομὴ, εἰσαχθέντος ἡμῖν τοῦ σημαινομένου δι' αὐτῆς, ἤτοι τοῦ βαπτίσματος· διὰ τοῦτο ἡμεῖς οὐκέτι περιτεμνόμεθα. ∆οκεῖ γάρ μοι ἡ περιτομὴ τρία τινὰ πραγματεύεσθαι· ἐν μὲν, οἱονεὶ σημείῳ τινὶ καὶ σφραγίσει τοὺς ἐγγόνους Ἀβραὰμ ἀφορίζουσα, καὶ τῶν λοιπῶν ἐθνῶν διαστέλλουσα· δεύτερον, ἐν ἑαυτῇ τὴν τοῦ θείου βαπτίσματος προτυποῦσα χάριν καὶ δύναμιν· ὥσπερ γὰρ ὁ περιτεμνόμενος, εἰς λαὸν Θεοῦ διὰ τῆς σφρα γῖδος πάλαι ἐχρημάτιζεν· οὕτως ὁ βαπτιζόμενος σφραγῖδα τὸν Χριστὸν ἐν ἑαυτῷ τυπωσάμενος, εἰς υἱοθεσίαν Θεοῦ ἀναγράφεται. Καὶ τρίτον, σύμβολον τῶν ἐν χάριτι καθισταμένων πιστῶν, οἳ τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν τὰς ἐπαναστάσεις τῷ τμη τικῷ τῆς πίστεως λόγῳ, καὶ πόνοις ἀσκητικοῖς ἐκ τέμνουσι καὶ ἀπονεκροῦσιν, οὐ σῶμα τέμνοντες, ἀλλὰ τὴν καρδίαν καθαίροντες, καὶ πνεύματι οὐ γράμματι περιτεμνόμενοι· ὧν καὶ τὸν ἔπαινον (Ε f. 90) οὐκ ἀνθρωπίνης ἐπικρίσεως δεῖσθαι, ἀλλὰ τῆς ἄνωθεν ἠρτῆσθαι ψήφου, Παῦλος ὁ θεῖος διαμαρτύρεται. (Ε f. 120 b, K f.4 b) Ἰόντος τοίνυν τοῦ νόμου κατὰ γυναικὸς ἁπάσης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ γενικωτάτην ἡμῖν ποιουμένου τὴν κατάῤῥησιν, ὑπ εξαίρεται τῆς δυσφημίας ἡ ἁγία Παρθένος, ἧς ἐκ φῦναί φαμεν τὸ κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ σοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές· "Γυνὴ" γὰρ, φησὶ, καὶ οὐ πᾶσα τυχὸν ἀδιακρίτως, ἀλλ' "ἥτις ἂν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω." Ἐνταῦθα δὲ ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός· ἥκιστα γὰρ σπερματικῆς ἐδεῖτο καταβολῆς ὁ τῶν ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν· περὶ ὧν εἴρηται σαφῶς· "Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἢ ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν." ∆ιέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρθένος, σπερματισθεῖσα μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ Πνεύματος τὸ θεῖον ἡμῖν ἀποκυήσασα βρέφος. (Ε f. 120, H f. 103 b) Μετὰ τὸ περιτμηθῆναι, τὸν τοῦ καθαρισμοῦ πάλιν ἀναμένει καιρόν· καὶ ὅτε ἐπληρώθησαν αἱ ἡμέραι (πλήρωσις δὲ ἡμερῶν ἡ τεσσαρακοστὴ ἦν), τότε ἀνάγεται εἰς Ἱεροσόλυμα, καὶ εἰς ὄψιν ἄγεται τοῦ Πατρὸς, ὡς ἄνθρωπος καθ' ἡμᾶς, ὁ συνεδριάζων αὐτῷ Θεὸς Λόγος, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς ἐν τοῖς πρωτοτόκοις γραφόμενος. Ἅγια γὰρ καὶ ἱερὰ τῷ Θεῷ καὶ τὰ πρὸ τῆς ἐνανθρωπήσεως πρωτότοκα, ἅπερ ἔθυον αὐτῷ κατὰ νόμον. Ὢ μεγάλης οἰκονομίας! ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς, ᾧ τὰ πάντα προσάγεται δουλοπρεπῶς, ὁ ταῖς παρὰ πάντων λατρείαις δοξαζόμενος, ὅτε γέγονεν ἐν 72.501 τοῖς τῆς ἀνθρωπότητος μέτροις, τῷ ἰδίῳ Γεννήτορι προσφέρει θυσίαν. Ὧ τοῦ παραδόξου πράγματος! Τοὺς τοῦ νόμου τύπους τετήρηκεν ἡ ἀλήθεια. ∆ιὰ ποίαν αἰτίαν; Ὅτι καὶ νομοθέτης ἦν ὡς Θεὸς, καὶ ὑπὸ νόμον ὡς ἄνθρωπος. Τί δὲ δὴ προσκεκόμικεν; Ὡς πρωτότοκος καὶ ἄρσην, ζεῦγος τρυγόνων καὶ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ τῷ νόμῳ διηγο ρευμένον. Ἀλλὰ τί βούλεται ταῦτα δηλοῦν; Ἡ μὲν τρυγὼν, ἔστι λαλίστατον ἐν στρουθίοις· ἡ δὲ περιστερὰ, ζῶον ἤπιον καὶ πρᾶον. Γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Ποιητὴς καὶ Κύριος, πραότητα μὲν τὴν εἰς ἄκρον ἔχων, τρυγόνος δὲ δίκην κατα κηλήσας τὴν ὑπ' οὐρανὸν καὶ τῆς ἑαυτοῦ καλλιφω νίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τουτέστιν ἡμᾶς τοὺς πιστεύσαντας εἰς αὐτόν. Γέγραπται γοῦν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων, ὅτι "Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· αἱ ἄμπελοι κυπρίζουσι·" λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν κήρυγμα, τὸ παντὸς τοῦ κόσμου σωτήριον, ὁ Χριστός. Ἐσφάζετο μὲν οὖν τρυγὼν καὶ περιστερὰ, ἵνα πάλιν αὐτὸς ὡς διὰ τύπων ἡμῖν σημαίνηται, τὸν ὑπὲρ τῆς κόσμου ζωῆς ὑπομένων θάνατον κατὰ σάρκα. Αὐτὸς γάρ ἐστιν ἡ εὐφωνοτάτη τρυγὼν, αὐτὸς ἡ ἀκέραιος περιστερά. Ἑαυτὸν οὖν ἄρα