9
Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἦν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται. 7.8.37 Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνειστήκει ἐπλεόναζόν τε ὁσημέραι καὶ ἐπλήθυνον, τὰ μὲν τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο, τὰ δὲ τῆς παρ' Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ' Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν 7.8.38 Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν. ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας· κἄπειτα διὰ Μωσέως τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημείας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλ7.8.39 λεται νόμον· οὐχ οἵοις τε γοῦν οὖσι δι' ἀβελτερίαν τρόπου τὴν πάτριον ζηλοῦν ἀρετήν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθέσι καὶ νενοσηλευμένοις τὴν κατάλληλον παρεδίδου πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττόμενος, τὰ δὲ δι' ὑπονοιῶν αἰνιττόμενος σύμβολά τε καὶ σκιάς, ἀλλ' οὐ γυμνὴν ἀλή7.8.40 θειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθέμενος. καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν ποθεν ἀπὸ Μωσέως ἀρξάμενον μέχρι καὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ, ὅτι δὴ καὶ τοῦτο Μωσέως ἦν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήκης τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται. 7.8.41 Ἀλλ' ἐπειδὴ τὸν τῶν πρὸ Μωσέως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύθαμεν καὶ τόν γε τῆς κατ' αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μωσέως γραφῆς καὶ τῶν μετ' αὐτὸν προφητῶν ἐπισκέψασθαι.
7.9.1 ιʹ. ΠΕΡΙ ΤΩΝ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ∆ΟΓΜΑΤΙΚΩΝ ΘΕΩΡΗΜΑΤΩΝ Πρῶτος δ' οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεολόγος τε καὶ νομοθέτης πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν τάς τε δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκαλίας, οὐδ' ἑτέραν μάθησιν οἰκείαν νόμοις εὐσεβείᾳ προσήκουσιν ἡγησά7.9.2 μενος ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν. ἄρχεται τοιγαροῦν ἀπὸ θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων θεολογίας, οὐχ ᾗπερ Αἰγυπτίοις φίλον ἦν, ἀλλ' οὐδὲ Φοίνιξιν ἢ τοῖς λοιποῖς ἔθνεσι παραπλησίως εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν θεούς τε ὁρωμένους μὲν τοὺς κατ' οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους ἢ καὶ τοὺς χθο7.9.3 νίους καὶ δαίμονας ἀερίους κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα. ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου ὁρατῶν τε καὶ ἀοράτων δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινος μεγαλοπόλεως τοῦ κόσμου βασιλέα 7.9.4 καταστήσας. παιδεύει