Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασιλικῶν, ὃ δὴ Σαπρία τεθέληται λέγεσθαι, καὶ ἐχρῆν κατά τινα ξύμβασιν, τὴν τότε δόξασαν, ἠρέμα καταστῆναι τούς τε βασιλικοὺς τούς τε ἐκκλησιαστικούς, ὅποι μὲν ἦλθον μεθόδων οἱ τότε πάρεργον οἶμαι ξυγγράφειν, ὃ δὲ ἡμῖν ὁδοποιεῖ τὰ ἐφεξῆς εἰρήσεται. Ἀποκαθίσταται μὲν μετά τινα διαστήματα ἔμμηνα πατριαρχεῖν αὖθις ἀναγκαίως ὁ ἱερώτατος Θεοδόσιος, συγκαθίσταται δὲ καὶ τὸ ἀρχιερατικὸν ξύμπαν εἰς μίαν ἕνωσιν καὶ δοκεῖ τὰ τῆς πόλεως οὕτω κύματα γαλήνην εὑρεῖν. Ὡς δὲ ἐχρῆν ἕκαστον μέγα πρόσωπον τῶν ἐν τῇ ἐκκλησίᾳ ἐκφαίνεσθαι κατὰ εἰρήνης δῆθεν λόγον, ἔγεμε γὰρ αὐτῶν εἰσέτι τὸ θεῖον τέμενος, παραμενόντων ἐξ ὅτου προσπεφεύγασιν, οἷς μὲν οὐκ ἦν ὕποπτον τὸ βιοῦν καὶ οἶς δὲ ἁπαλῶς εἶχεν ἡ ψυχὴ προυφαίνοντο καὶ ἐλάλουν καὶ ἐποίουν ὅσα ὑπέβαλλεν ὁ καιρός. Ἡ δὲ τοῦ Ἀνδρονίκου θυγάτηρ, ἡ τὸν Συναδηνὸν Θεόδωρον ὕστερον εἰς ἄνδρα λαβοῦσα καὶ ταχὺ ἀποβαλοῦσα οὐ καθ' εἱρμόν, ὡς λέγεται, φύσεως, ἐφαίνετο οὐδαμοῦ· καὶ μὴν ἀνεψηλαφᾶτο κατ' ἐπιμέλειαν. Ἦν δὲ ἡ αὐτῆς ἐκκλησίαθεν ἀποκρυβὴ φυγὴ πρὸς τὸν πατέρα ἕως καὶ εἰς 30 Σινώπην, ἔνθα ἐκεῖνον ἔγνω εἶναι· καὶ ἔσχεν εὐόδως, ὡς οὐκ ἄν τις οὐδὲ ἀνὴρ δεξιώτατος. Ἔοικε γὰρ ἡ φύσις φιλοτιμήσασθαι καὶ αὐτῇ τέχνην τοῦ φεύγειν, καθάπερ καὶ τῷ πατρί, ὃν μικροῦ ἂν δεήσῃ τις εἰπεῖν ὡς διὰ βίου κατώρθου τὸ καὶ φυγὰς εἶναι καὶ διαδιδράσκειν τοὺς ἐπιτρέχειν ἐθέλοντας. Ἡ τοίνυν θυγάτηρ ἐκείνη οὕτως ἀνδρισαμένη τὰ εἰς δρασμὸν καὶ εἰς ἓν γενομένη τῷ πατρὶ καὶ τὰ τῆς πόλεως περιηγησαμένη τά τε ἄλλα ἐνέγραψεν εἰς ἀναπάλειπτον ἐκείνου ψυχῇ καὶ ὅτι δὲ θεὸς τοῖς Κωνσταντινουπολίταις αὐτὸς περὶ γῆν μετὰ τὸν οὐράνιον. Καὶ τὴν καρδιακὴν γραφὴν ταύτην ἀνελίττων συχνὰ ὁ Ἀνδρόνικος καὶ διαλογισμοὺς ἀναβιβάζων ἀεὶ ἐν καρδίᾳ ποικίλους, ἐκνικᾶται λογισμῷ ἑνί, ὃς τὸ σύμπαν εἰς φθορὰν ἐκύκησεν. Ἀρξάμενος γὰρ ἐκεῖθεν ἀκροβολίζεσθαι κατὰ τῆς βασιλίδος καὶ τοῦ Πρωτοσεβαστοῦ καὶ μέμψεις ἐπιπέμπειν διά τε γραμμάτων καὶ στομάτων, ὡς ἄρα τὸ τῆς βασιλείας καθάρειον καπηλεύοντες παροινοῦσι κατὰ τοῦ βασιλέως παιδός, καὶ σκώπτων καὶ ἀπειλούμενος καὶ τῶν ὁμοίων αὖθις ἀντιπειρώμενος καὶ οἷα ἔλεγεν ἐπακούων, ὡς τοῖς ὑβριζομένοις ἤρεσκεν, εἶτα καὶ παραινῶν δῆθεν καὶ μὴ εἰσακουόμενος, ὅτι μηδὲ ἦν ἐπιτάσσων φορητά, ἐκμαίνεται εἰς ὁδὸν ὡς ἐπὶ ἀμύνῃ τῇ ὑπὲρ [τοῦ] τοῦ βασιλέως, οἷα καὶ φημιζόμενος ἐπιτετάχθαι πρὸς τοῦ μακαρίου Μανουὴλ συνδιαφέρειν καὶ αὐτὸς τὸ βάρος τῆς ἐπιτροπῆς. Καὶ ἦν ἡ τοῦ Ἀνδρονίκου εἰς τὴν Μεγαλόπολιν τὸ ἐντεῦθεν ὁρμή· βασιλεὺς πρόφασις, Ἀλέξιος δηλαδὴ ὁ μικρός, ληψόμενος ἄμυναν· ἄλλως μέντοι ἀληθῶς πρόθεσις βασιλεὺς ἐκεῖνος ἄωρος θανούμενος, ὡς οὐκ ἐχρῆν. Καὶ γοῦν συλλεξάμενός τινα στρατιάν, τὴν μὲν κατὰ γῆν, τὴν δὲ λοιπὴν κατὰ θάλασσαν, ὡς εἶχεν ἰσχύος, εἶχε δὲ ἀμυδρᾶς, ἤλαυνε πῆ μὲν κατὰ σπουδήν, τὰ πολλὰ δὲ σχολαίτερον, μεθοδεύων τῇ σχολῇ δοκεῖν βαρὺς εἰς ὁδὸν εἶναι διὰ τὸ πολὺ τοῦ στρατοῦ· ὅπερ οὐχ οὕτως εἶχεν. Ὡς δέ, τὴν τῶν Θυνῶν καὶ Βιθυνῶν γῆν περιελθών, ἦν τῆς τῶν Βεβρύκων καὶ περὶ τὴν ἀντιπέραν τῆς Μεγαλοπόλεως Χαλκηδόνα ἐστρατοπεδεύσατο, ἦν μὲν ἥκιστος τὸν λαὸν ὁ ἀνήρ, διασπείρας δὲ τὴν ἀμφ' αὐτὸν στρατιὰν πρὸς τέχνην καὶ σκηνὰς πηξάμενος ἐν τόποις καιρίοις, ὡς φαίνεσθαι πυκνοῦσθαί τε καὶ πλῆθος ἔχειν, καὶ τὰ πλοῖα δέ, οἷς ἐνέβαλέ τι τοῦ στρατιωτικοῦ, περὶ τὰ κατ' αἰγιαλὸν βράχεα καὶ λοιπὰς θαλαττίους ἀγκάλας δεξιῶς μερίσας καὶ καταστήσας, ὡς μὴ σαφῶς διαφαίνεσθαι οἷά τε καὶ ὁπόσα ἐκεῖνα, τοιαύτην σκότωσιν ἔπεμψε τοῖς Μεγαλοπολίταις, τοῖς τε ἄλλοις καὶ αὐτοῖς δὴ τοῖς πρὸς ἐκεῖνον ἐχθραίνουσιν, ὡς δοκεῖν τήν τε περαίαν γῆν καὶ τοὺς αὐτῇ προσκυροῦντας αἰγιαλοὺς πεπλῆσθαι, τὴν μὲν στρατευμάτων πεπυκνωμένων, τοὺς δὲ συχνῶν τριήρεων καὶ ἑτέρων πλοίων, ὅσα προμήκη σκευωροῦσιν αἱ 32 κατὰ θάλασσαν μηχαναί. Καὶ εἰώθαμεν ἀληθῶς ἐν τοιούτοις