9
Ἰδοὺ δὲ καὶ σοί, μύστα, μήτηρ παρθένος. Τί γοῦν τί, γύναι, δακρύοις τέγγεις κόρας; τί δ' αὖ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς καὶ συγχυθεῖσ' ἕστηκας, ἡνίκ' εὐτυχεῖς, κοὐκ ἀσμένη τόνδ' ἐξ ἐμοῦ δέχῃ τρόπον; Ταῦτα ξυνῳδὰ τοῖς προηγορευμένοις οἷς αὐτὸς εἶπον καὶ θεοπρόπων στόμα. Νῦν καιρὸς ἐχθρὸν γηγενῶν τίσειν δίκην. Τί δῆτα λοιπὸν σῷ γ' ἐπιστένεις Τέκνῳ; {ΘΕΟΤΟΚΟΣ} Οὐδέν· λαοῦ τοῦδ' ἐννοουμένη πέρι ἔγωγ' ἐμαυτῇ πρὸς λόγους ἀφικόμην καὶ τούσδε θρηνῶ συμφορᾷ νικωμένη, ᾤμωξά θ' οἷον ἔργον ἔστ' ἐργαστέον τοὐντεῦθεν αὐτοῖς, οἵ σ' ἀνήρτησαν, Τέκνον, καραδοκῶ τε πάνθ' ὅπῃ προβήσεται. Λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος. Τὸν μὲν γὰρ ἡμῶν δυσμενῆ πεφυκότα ῥᾷον κτενεῖς σὺ καὶ καταβαλεῖς μόρον, θᾶττόν τ' ἀνιὼν τοὺς ἀλάστορας τίσεις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. Ὅθεν κἀγὼ στένουσα καὶ πεπληγμένη κέντροις ἀνίας, ἡ τλάμων ὀδύρομαι. Εἴμ' εὐκλεὴς μέν, ἀλλ' ὅμως ἀπόλλυμαι, στερουμένη σῆς θεσπεσίας μοι θέας. Ὡς γὰρ ἄελπτον δρᾶμα προσπεσὸν τόδε ψυχὴν διέφθαρκ'· οἴχομαι γοῦν, τοῦ βίου χάριν μεθεῖσα, κατθανεῖν χρῄζω, Τέκνον. Καὶ γὰρ ἔρημος, ἄπολις οὖσα τρύχομαι, οὐ μητέρ' οὐκ ἀδελφὸν οὐχὶ συγγενῆ μεθορμίσασθαι τῆσδ' ἔχουσα συμφορᾶς· κἂν μὴ τάχιστ' ἴδω σε, πῶς οἴσω, Τέκνον; Ἀλλ', ὦ φίλ' Υἱέ, μή μ' ἔρημόν σου λίπῃς. {ΧΡΙΣΤΟΣ} Θάρσησον· εὖ γὰρ τῶνδ' ἐγὼ θήσω πέρι, τὸ σὸν δ' ἄραρε μᾶλλον· ἐξηγοῦ Θεόν· εὕρημα δ' οὐκ οἶσθ' οἷον εὕρηκας τόδε. Θήσω γὰρ αὖ σοι δῶρ' ἃ καλλιστεύεται ἐν οὐρανῷ γαίῃ τε καὶ πάσῃ κτίσει. Πολλῶν δ' ἕκατι τήνδε σοι δώσω χάριν. {ΘΕΟΤΟΚΟΣ} Πέποιθα κοὔτι σοῖς ἀπιστῶ που λόγοις. Κἀμοὶ τάδ' ἐστὶ λῷστα, γινώσκω καλῶς· ἐγώ σ' ἔτικτον, οἶδα δ' ὥς σ' ἐγεινάμην· ὑπερτερεῖ δ' ἄλγημα τῶν ἐγνωσμένων. Ἀλλ' ἄντομαί σε τοῦδε πρὸς σωτηρίου πάθους, φέροντος ἀπάθειαν τῷ γένει, μητροπρεπῶς τε σῶν ποδῶν ἐφάπτομαι, οἴκτειρον οἴκτειρόν με τὴν δυστλήμονα καὶ μή μ' ἔρημον ἐκπεσοῦσαν σοῦ λίπῃς, δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον, ἢν θᾶσσον οὐ βούλοιο σὴν δίκην κρίναι· οὕτως ἔρως σοι πρὸς Πατρὸς τελεσφόρος σκοποῦ γένοιτο, καὶ θανόνθ' ἑκουσίως ἴδοιμι νεκρέγερτον ἤματι τρίτῳ, ὡς αὐτὸς εἶπας πολλάκις πρὸς σοὺς φίλους· τὸ πᾶν γὰρ οὕτως ἀσφαλέστερόν τ' ἐμοί, σύ τ' αὐτὸς ὢν ὄλβιος ὀλβίου Πατρὸς γνωσθεὶς ἀνυμνηθῇς γε πάσῃ τῇ κτίσει. Μὴ γοῦν διάξω λυπρὸν ἐς μακρὸν βίον, ὄχλος δ' ἀλαστόρων γε τίσει τὴν δίκην, τὸν ∆εσπότην κτείνας σε γῆς τε καὶ πόλου. Οὗτοι γάρ, ὡς ἔδρασαν, εὕρωσιν κακά, ἃ τοῖσι δυσσεβοῦσι γίνεται βροτοῖς· ἀλλ' οὐ γὰρ αὐτῶν φροντίδ' ὡς τέκνων ἔχω μή πως πάθωσιν οἱ προσήκοντες σφίσι, πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον· ἀλλ' αὐτός, ὦ σπλάγχνον, θεηγενὲς φάος, κάτειργε, κατάπαυσον, ἔξελ' ἐκ φόνου ἐγκατάλειμμα σπέρματος πεφιλμένου. {ΧΡΙΣΤΟΣ} Αἰνῶ, γύναι, τάδ', οὐδ' ἐκεῖνα μέμφομαι, πολλῶν δ' ἕκητι τήνδε σοι δοῦναι χάριν ἐγὼ πρόθυμός εἰμι κοὐκ ἂν ἐκπέσῃς. Συλλήψομαι γὰρ τοῦδέ σοι πάμπαν σκοποῦ, αὐτή τε γνοίης ζημίας ἀντιστροφήν, ἀπαλλαγεῖσα τῆσδε τῆς ἀθυμίας. {ΘΕΟΤΟΚΟΣ} Ὤμοι, φρενὸς σῆς εὐγενοῦς τε κἀγαθῆς· Ὦ Τέκνον, οἵᾳ συμφορᾷ συνεζύγης· τὸ δ' εὐγενές σου τῶν φρενῶν σῶον μένει· ὅσην ἀεί μοι τὴν προμήθειαν φέρεις· ταῦτ' ἐννοηθεῖσ' ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην λυπουμένη, μάτην θ' ἑαυτῇ πρὸς λόγους ἀφικόμην. {ΧΟΡΟΣ} Ἂ ἄ· Πολυστόνων ἄϊον ἰαχὰν γόων, φωνὰν ἔκλυον, ἔκλυον βοὰν στόνων. Θεοκλυτεῖ δ' ὡς ἄρα δεινά τις παθών. {ΘΕΟΤΟΚΟΣ} Καὶ μὴν ὁ κλεινὸς ἄπο δὴ στείχει Πέτρος σκυθρωπός, οἰκτρὸς καὶ κατανενυγμένος· θεοκλυτεῖ τις δ' ὡς κακὸν ῥέξας μέγα. Τί, Πέτρε, θρηνεῖς; δείν' ἔπραξας, ἀλλ' ὅμως ἔτ' ἔστι καὶ σοὶ τῶνδε συγγνώμης τυχεῖν. Ὦ Τέκνον, ὦ φίλτατον, ὦ Θεοῦ Λόγε, σύγγνωθ'· ἁμαρτεῖν δ' εἰκὸς ἄνθρωπον, Τέκνον, καὶ Πέτρος ἐξήμαρτε τοὺς ὄχλους τρέσας. {ΧΡΙΣΤΟΣ} Στέγουσα νῦν ἄπιθι, μῆτερ παρθένε· λύω δὲ Πέτρῳ σφάλμα, χρῃζούσης σέθεν· καὶ γὰρ πάροιθεν σοῖς ἐπειθόμην λόγοις σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν. Καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· ἕλκει δὲ καὶ δάκρυα