9
παρείληπται οὐδὲν παρ' ἑαυτοῦ πρὸς τὸν ἁγιασμὸν εἰσφε ρόμενον, εἰ μὴ μεταποιηθείη διὰ τοῦ ἁγιάσματος· τὸ δὲ ζωοποιοῦν τοὺς βαπτιζομένους τὸ πνεῦμά ἐστι, καθώς φησιν ὁ κύριος περὶ αὐτοῦ τοῦτο λέγων τῇ ἰδίᾳ φωνῇ ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. ζωοποιεῖ δὲ οὐκ αὐτὸ μόνον εἰς τὴν τελείωσιν τῆς χάριτος ταύτης διὰ τῆς πίστεως λαμβανό μενον, ἀλλὰ χρὴ τὴν εἰς τὸν κύριον προϋποκεῖσθαι πίστιν, δι' ἧς ἡ ζωτικὴ χάρις τοῖς πιστεύσασι παραγίνεται, καθὼς 3,1.106 εἴρηται παρὰ τοῦ κυρίου ὅτι Οὓς θέλει ζωοποιεῖ. ἀλλ' ἐπειδὴ καὶ ἡ διὰ τοῦ υἱοῦ διακονουμένη χάρις ἤρτηται τῆς ἀγεννήτου πηγῆς, διὰ τοῦτο προηγεῖσθαι τὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς πίστιν ὁ λόγος διδάσκει τοῦ ζωογονοῦντος τὰ πάντα, καθώς φησιν ὁ ἀπόστολος, ὡς ἂν ἐκεῖθεν ἀφορμηθεῖσαν τὴν ζωοποιὸν χάριν καθάπερ ἐκ πηγῆς τινος τὴν ζωὴν πη γαζούσης διὰ τοῦ μονογενοῦς υἱοῦ, ὅς ἐστιν ἡ ἀληθὴς ζωή, τῇ ἐνεργείᾳ τοῦ πνεύματος τελειοῦσθαι τοῖς ἀξιουμένοις. εἰ οὖν ἡ ζωὴ διὰ τοῦ βαπτίσματος, τὸ δὲ βάπτισμα ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου τὴν τελείωσιν ἔχει, τί λέγουσιν οἱ τὸ παρεκτικὸν τῆς ζωῆς ἀντ' οὐδενὸς λογιζόμενοι; εἰ γὰρ μικρὰ ἡ χάρις, εἰπάτωσαν τὸ τῆς ζωῆς τιμιώτερον. εἰ δὲ πᾶν ὅτιπέρ ἐστι τίμιον τῆς ζωῆς ἐστι δεύτερον, ἐκείνης λέγω τῆς ὑψηλῆς καὶ τιμίας, ᾗ κατ' οὐδὲν ἐπικοινωνεῖ ἡ ἄλογος φύσις, πῶς τολμῶσι τὸ τηλικοῦτον χάρισμα, μᾶλλον δὲ αὐτὸ τὸ παρεκτικὸν τοῦ χαρίσματος κατασμικρύνειν ταῖς ἑαυτῶν ὑπολήψεσι καὶ κατασπᾶν εἰς τὴν ὑποχείριον φύσιν τῆς θείας τε καὶ ὑψηλῆς διαζεύξαντες; εἶτα καὶ εἰ μικρὸν τὸ τῆς ζωῆς λέγουσι χάρισμα, ὡς μηδὲν διὰ τούτου σεμνόν τε καὶ μέγα τῇ φύσει τοῦ χαριζομένου ἐμφαίνεσθαι, πῶς οὐ λογίζονται τὸ ἀκόλουθον, ὅτι ὁ αὐτὸς ἀναγκάσει λόγος καὶ περὶ τοῦ μονογενοῦς καὶ περὶ αὐτοῦ τοῦ πατρὸς μηδὲν ὑποτίθεσθαι μέγα τῆς αὐτῆς ζωῆς, ἣν διὰ τοῦ πνεύματος ἔχομεν, διὰ τοῦ υἱοῦ παρὰ τοῦ πατρὸς χορηγουμένης;
Ὥστε εἰ μικρὸν ὑπολαμβάνουσι τὸ δῶρον οἱ καὶ τῆς ζωῆς ἑαυτῶν ὑβρισταὶ καὶ πολέμιοι καὶ διὰ τοῦτο τὸ παρ εκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν ἐγνώκασι, μὴ λανθανέτωσαν οὐχ ἑνὶ προσώπῳ τὴν ἀχαριστίαν περιορίζοντες, ἀλλὰ διὰ τοῦ ἁγίου πνεύματος ἐπὶ τὴν ἁγίαν τριάδα τὴν βλασφημίαν ἐκτείνοντες. ὥσπερ γὰρ ἡ χάρις ἀδιασπάστως ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐπὶ τοὺς ἀξίους ῥέουσα φέρεται, οὕτως καὶ ἡ βλασφημία εἰς τὸ 3,1.107 ἔμπαλιν κατὰ διάδοσιν ἀναλύουσα ἀπὸ τοῦ πνεύματος διὰ τοῦ υἱοῦ ἐπὶ τὸν τῶν ὅλων θεὸν διεξέρχεται. εἰ γὰρ δι' ἀνθρώπου ἀθετηθέντος ὁ ἀποστείλας ἠθέτηται, καίτοι πόσον τὸ μέσον, μεταξὺ τοῦ ἀνθρώπου καὶ τοῦ ἀποστείλαντος, τί χρὴ λέγειν, ἡλίκην ὑποσημαίνει κατάκρισιν τοῖς κατατολμῶσι τοῦ πνεύματος; τάχα διὰ τοῦτο ἀσυγχώρητον κρῖμα κατὰ τῆς τοιαύτης βλασφημίας παρὰ τοῦ νομοθέτου κεκύρωται, ἐπειδὴ πᾶσα δι' αὐτοῦ ἡ μακαρία τε καὶ θεία φύσις ἐν τῇ προαιρέσει τοῦ βλασφημοῦντος συγκαθυβρίζεται. ὥσπερ γὰρ ὁ εὐσεβῶς τὸ πνεῦμα δεξάμενος εἶδεν ἐν τῷ πνεύματι τοῦ μονογενοῦς τὴν δόξαν, τὸν δὲ υἱὸν ἰδὼν τὴν εἰκόνα εἶδε τοῦ ἀορίστου καὶ διὰ τῆς εἰκόνος ἐνετυπώσατο τῇ γνώμῃ ἑαυτοῦ τὸ ἀρχέτυπον, οὕτω δηλαδὴ καὶ ὁ κατα † μένος καὶ καταφρονητής, ἐπειδὰν ἀποθρασύνηταί τι κατὰ τῆς δόξης τοῦ πνεύματος, διὰ τῆς αὐτῆς ἀκολουθίας ἐπὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ τὴν βλασφημίαν ἐξέτεινεν. οὐκοῦν φοβητέον τοῖς γε νοῦν ἔχουσι μὴ κατατολμᾶν τῆς τοιαύτης θρασύτητος, ἧς τὸ πέρας παντελής ἐστιν ἀφανισμὸς τοῦ τολμήσαντος· ἀλλ' ὅση δύναμις, ὑψοῦν μὲν τῷ λόγῳ τὸ πνεῦμα, ὑψοῦν δὲ καὶ πρὸ τοῦ λόγου κατὰ διάνοιαν· οὐ γὰρ δυνατόν ἐστι συναναβῆναι τῇ διανοίᾳ τὸν λόγον. καὶ ἐπειδὰν ἐπὶ τὸ ἀκρό τατον φθάσῃς τῆς ἀνθρωπίνης δυνάμεως, εἰς ὅσον ὁ ἀνθρώ πινος νοῦς ἐξικνεῖται ὕψος καὶ μέγεθος νοημάτων, τότε νόμιζε κάτω εἶναι τῆς ἐπιβαλλούσης ἀξίας κατὰ τὸ εἰρημένον ἐν τῇ ψαλμῳδίᾳ ὅτι Μετὰ τὸ ὑψῶσαι κύριον τὸν θεὸν ἡμῶν, τότε μόγις προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ· τό τε αἴτιον τῆς ἀκαταλήπτου ἀξίας οὐδὲν ἄλλο φησὶν