1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

9

ἐπὶ κεφαλαίου τοῦ θείου λόγου, ὅτι «Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ 84 ἰδοὺ τὰ πάντα καλὰ λίαν.» Εἰ δὲ πάντα καλὰ ὅσα ἐποίησεν ὁ Θεὸς, ἡ δὲ ἄβυσσος καὶ τὰ περὶ αὐτὴν οὐκ ἔξω τῶν παρὰ τοῦ Θεοῦ γεγονότων ἐστίν· ἄρα καλὰ καὶ ταῦτα τῷ ἰδίῳ λόγῳ, κἂν ἄβυσσος ᾗ, κἂν μήπω περὶ αὐτὴν λάμπῃ τὸ τοῖς οὖσιν ἐγκείμενον φῶς. Οὐκοῦν ἄβυσσον μὲν παρὰ τῆς Γραφῆς ἀκού σας, τὸ πλῆθος τῶν ὑδάτων σημαίνεσθαι λέγω. Οὕτω γὰρ αὐτὴν καὶ ἡ ψαλμῳδία ὁρίζεται λέγουσα· «Ἐτα ράχθησαν αἱ ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων·» τὸ δὲ περὶ αὐτὴν σκότος ἀκούσας, τὸ μήπω πεφηνέναι τὴν φωτιστικὴν δύναμιν τὴν ἐγκειμένην τῇ φύσει τῶν ὄντων ἐνόησα. Χωρισμὸν δὲ ὑδάτων, διὰ τοῦ στε ρεώματος γεγονότα παρὰ τῆς Γραφῆς διδασκόμενος, οὐκ ἔξω μοι δοκῶ τοῦ εἰκότος ποιεῖν, καὶ τῆς κατ' ὄνομα σημασίας, ἐπὶ τοῦ ὕδατος χωρισμὸν ἐννοῶν, ὥστε διάφορον ἑκατέρου τὴν φύσιν οἴεσθαι καὶ πε πεῖσθαι; τὸ μὲν ἀνωφερές τε καὶ κοῦφον εἶναι, καὶ τῆς κουφότητος τοῦ πυρὸς ἐλαφρότερον· ὥστε ὑπερ άνω τῆς θερμῆς οὐσίας μένον, μήτε τῇ κινήσει τοῦ ὑποκειμένου συμμετατίθεσθαι, μήτε τῇ θερμότητι πρὸς ἀντίπαλον τάξιν ἀποκαθίστασθαι, ἀλλ' αὐτό τε μένειν ἀμείωτον, τῷ τε ὑποτρέχοντι πυρὶ μηδεμίαν δι' ἑαυτοῦ πάροδον ἐᾷν. Πῶς γὰρ ἂν τόπος τῷ ὑλικῷ τὸ ἄϋλον γένοιτο; Τὸ δὲ ἕτερον ὕδωρ τοῦτο εἶναι, οὗ τὴν φύσιν καὶ ὀφθαλμῷ καὶ ἁφῇ καὶ γεύσει γνωρί ζομεν. Ὃ γὰρ καὶ κάτω φέρεται, καὶ διειδὲς καθ ορᾶται, καὶ τῇ γεύσει γινώσκεται, διὰ τῆς ἐγκειμένης ποιότητος, τοῦτο πρὸς ἄλλην τινὰ μεταφέρειν ἔννοιαν, ἡ τοῦ γνωριζομένου φύσις οὐκ ἀναγκάζει. Ἐκεῖνο μέν τοι τὸ λεγόμενον ὕδωρ, ὃ μήτε ὁρᾶται μήτε ῥεῖ, μήτε τισὶ περιέχεται ὅλως, οἷς ἡ ὑγρὰ πέφυκε δια κρατεῖσθαι φύσις, ἀλλ' ἔξω μὲν τόπου ἐστὶν, ἀμιγὲς δὲ πάσης τῆς κατ' αἴσθησιν γνωριζομένης ποιότητος, οὐκ ἄν τινα οἶμαι τῶν κρίνειν ἐπεσκεμμένων, διά τε τὸ ὑποφέρεσθαι τῷ πνεύματι τοῦ Θεοῦ, καὶ διὰ τὸ ὑπεράνω τῶν οὐρανῶν εἶναι πιστεύειν, καὶ διὰ τὸ πάντων τῶν δι' αἰσθήσεως γινωσκομένων μένειν ἐξώτερον, μὴ ἄλλο τι παρὰ τὸ κοινὸν ἐννοεῖν ὕδωρ πρὸς τὴν νοητὴν οὐσίαν ταῖς ὑπονοίαις φερόμενον. Τοῦτο γὰρ ἐκ τῶν ἐξητασμένων ὑπενοήσαμεν, ὅτι πᾶν τὸ κινούμενον ἐντὸς τῆς νοητῆς φύσεως περιείργεται, καὶ περὶ ἑαυτὸ τὴν ἀναστροφὴν ἔχει. Ὅρος δὲ τοῖς κινουμένοις τὸ πέρας τῆς διαστηματικῆς ἐστι φύσεως, μεθ' ὃ καθαρὰ τῶν τοπικῶν τε καὶ διαστηματικῶν ἰδιω μάτων εὑρίσκεται ἡ νοητή τε καὶ ἀδιάστατος φύσις. Τὸ οὖν ἀκρότατον πέρας τῆς αἰσθητῆς οὐσίας, οὗ τὸ ἐπέκεινα οὐδὲν τοιοῦτόν ἐστιν, οἷον ἐν τοῖς φαινομέ νοις γινώσκεται, τοῦτό φαμεν τῷ ὀνόματι παραδη λοῦσθαι τοῦ στερεώματος, βεβαιούσης ἡμῖν τῆς Γρα φῆς τὴν ὑπόνοιαν, ἥ φησιν· «Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώ ματος, καὶ τοῦ ὕδατος ὃ ἦν ἐπάνω τοῦ στερεώματος». ∆είκνυται γὰρ διὰ τούτων, ὅτι οὐδὲ τὴν ἀρχὴν κατεκέκρατο τοῦτο πρὸς ἐκεῖνο τὸ ὕδωρ, ἀλλ' ἐν τῇ 85 τῶν ὀνομάτων κοινωνίᾳ, ἄμικτος ἦν ἡ φύσις, ἐν τῷ εἰπεῖν, οὐχ ὅτι Ἐγένετο ὑποκάτω, ἢ Ἦν ὑπεράνω τοῦ στερεώματος· καὶ ὃ ἦν ὑποκάτω τοῦ στερεώμα τος, ἄλλο τι ἐπάνω ἦν. Εἰ δὲ τὸ μὲν εὐθὺς ἐν ζόφῳ πρὸς τὴν κάτω θέσιν ἀπεωρισμένον ἐστί· τὸ δὲ οὐκ ἐν ζόφῳ· ἐν φωτὶ γὰρ πάντως ἐστὶ τὸ ἐν πνεύματι Θεοῦ, καὶ τοῦ ζόφου κεχώρισται, ἅμα δὲ καὶ ὑπεράνω ἦν τοῦ ἀναδειχθέντος μεταξὺ στερεώματος, κρινάτω ὁ συνετὸς ἀκροατὴς, εἴ τι τῆς πρεπούσης ὑπολήψεως ὁ λόγος ἡμῶν ἐν τοῖς εἰρημένοις παρεστοχάσατο. Τὰ μὲν οὖν περὶ τῆς πρώτης τῶν ὄντων συστάσεως ἡμῖν ὑπονοηθέντα, καὶ πῶς ἐν τῇ δυνάμει τῆς οὐ σίας οὐ δευτερεύει τὸ φῶς τῶν ὄντων, κἂν ἡ Γραφὴ πρὸ τοῦ φωτὸς ἱστορεῖσθαι τὸ σκότος λέγει, καὶ ὅσα περὶ τοῦ στερεώματος στοχαστικῶς ἐνενοήσαμεν, καὶ περὶ τῆς τῶν ὑδάτων διαφορᾶς, ὧν ἡ φύσις πρὸς τὸ κατωφερές τε καὶ κοῦφον μεμερισμένη, τὰς καταλ λήλους ἡμῖν περὶ ἑκατέρου τῶν ὁμωνύμως λεγομένων ὑπονοίας ἐντίθησι, ταῦτα καὶ τὰ τοιαῦτα ἐστίν. Ἐπειδὴ δὲ διεκρίθη μὲν ἀπ' ἀλλήλων τὰ ὕδατα, τά τε ὁρώμενα καὶ τὰ νοούμενα, καὶ μέσος ὅρος ἀπεδείχθη