9
θαυμάσονται καὶ φιλήσουσι, φιλοῦντες δὲ, καὶ τῆς ἀληθείας ἐπιλήψονται ὁδῷ προβαίνοντες. Εἰ δὲ οὐκ εὐθέως γίνεται πιστὸς, μὴ θαύμαζε, μηδὲ ἐπείγου, 63.580 μηδὲ ἅπαντα ὁμοῦ ζήτει, ἀλλ' ἔασον αὐτὸν τέως ἐπαινεῖν, φιλεῖν, καὶ εἰς τοῦτο ὁδῷ προϊὼν ἥξει. Ἐπεὶ οὖν δημιουργὸς ἀρετῆς ἡ ἀγάπη, μετὰ ἀκριβείας ἁπάσης ἐν ταῖς ἑαυτῶν καταφυτεύσωμεν αὐτὴν ψυχαῖς, ἵνα ἡμῖν πολλὰ κομίσῃ τὰ ἀγαθὰ, καὶ βρύοντα αὐτῆς διηνεκῶς τὸν καρπὸν ἔχωμεν, τὸν ἀεὶ τεθηλότα, καὶ οὐδέποτε μαραινόμενον. Οὕτω γοῦν καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Βʹ. Περὶ εὐχῆς. Μέγα ἀγαθὸν ἡ εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου γίνηται, ἐὰν
παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντες, ἀλλὰ καὶ μὴ λαμβάνοντες, εὐχαριστεῖν τῷ Θεῷ. Καὶ γὰρ ποτὲ μὲν δίδωσι, ποτὲ δὲ οὐ δίδωσιν, ἀμφότερα χρησίμως· ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἔτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν ἦν πολλάκις τὸ μὴ λαβεῖν, πάντως ἔδωκεν ἄν· τὸ δὲ συμφερόντως ἀποτυχεῖν ἐπιτυχεῖν ἐστι. Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα. Μὴ γὰρ, καὶ πρὶν ἢ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν ὁ Θεός; ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ' ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν τοίνυν τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει· καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες. Τὸ γὰρ ἀποτυχεῖν ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλαττόν ἐστι τοῦ ἐπιτυχεῖν· οὐδὲ γὰρ ἴσμεν ἡμεῖς τὰ συμφέροντα ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχωμεν, εὐχαριστεῖν ὀφείλομεν, καὶ μετὰ χαρᾶς δέχεσθαι ἅπερ αὐτὸς δοκιμάσει. Οὐ γὰρ ἀνανεύων ἡμῶν πρὸς τὰς αἰτήσεις ὑπερτίθεται πολλάκις ὁ Θεὸς, ἀλλὰ σοφιζόμενος ἡμῶν τὴν προσεδρείαν, καὶ βουλόμενος ἡμᾶς πρὸς ἑαυτὸν ἐφέλκεσθαι· ἐπεὶ καὶ πατὴρ φιλόστοργος αἰτούμενος πολλάκις παρὰ τοῦ παιδὸς οὐκ ἐπινεύει, οὐχὶ βουλόμενος μὴ δοῦναι, ἀλλὰ τοῦ παιδὸς τὴν προσεδρείαν διὰ τούτου ἐπισπώμενος. Τὸ γὰρ ἀκούεσθαι εὐχόμενον, πρῶτον μὲν ἐκ τοῦ ἀξίους εἶναι λαβεῖν γίνεται, δεύτερον δὲ ἐκ τοῦ κατὰ τοὺς νόμους τοῦ Θεοῦ προσεύχεσθαι, τρίτον ἐκ τοῦ συνεχῶς, τέταρτον ἐκ τοῦ μηδὲν βιωτικὸν αἰτεῖν, πέμπτον ἐκ τοῦ παρ' ἑαυτοῦ συνεπεισφέρειν ἅπαντα, καὶ πάλιν ἐκ τοῦ τὰ συμφέροντα ζητεῖν. Ὥσπερ οὖν ἐκ τούτων τὸ ἀκούεσθαι γίνεται, οὕτως ἑτέρωθεν τὸ μὴ ἀκούεσθαι, κἂν δίκαιοι ὦσιν οἱ αἰτοῦντες. Τί γὰρ τοῦ Παύλου δικαιότερον γέγονεν; ἀλλ' ἐπειδὴ ἀσύμφορα ᾔτησεν, οὐκ ἠκούσθη· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, φησὶ, καὶ εἶπέ μοι. Ἀρκεῖ σοι ἡ χάρις μου, Τί δὲ Μωϋσέως πάλιν δικαιότερον; ἀλλ' οὐδὲ ἐκεῖνος ἠκούετο· λέγοντος τοῦ Θεοῦ. Ἱκανούσθω σοι. Ἐπειδὴ γὰρ 63.580 ᾔτει εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν, ἀσύμφορον δὲ τοῦτο ἦν, οὐκ ἐπέτρεψεν ὁ Θεός. Μετὰ τούτων καὶ ἕτερόν ἐστι τὸ μὴ ποιοῦν ἀκούεσθαι, ὅταν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες προσευχώμεθα· ὃ καὶ περὶ τῶν Ἰουδαίων ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου· ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν; Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις; ἀλλ' οὐκ ἀκούσομαί σου. Πάλιν ὅταν κατ' ἐχθρῶν αἰτῶμεν, οὐ μόνον οὐκ ἀκουόμεθα, ἀλλὰ καὶ παροξύνομεν τὸν Θεόν. Φάρμακον γάρ ἐστιν ἡ εὐχὴ, ἀλλὰ ἐὰν μὴ εἰδῶμεν τὸ φάρμακον πῶς ἐπιθεῖναι χρὴ, οὐδὲ τὴν δύναμιν αὐτοῦ καρπούμεθα