1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

ἔχετε ζωὴν ἐν ἑαυτοῖς», συνίεμεν, ὡς εἷς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὸ μὲν ὢν ἀιδίως ὡς θεός, τὸ δὲ γενόμενος ἐπ' ἐσχάτων ὡς ἐνανθρωπήσας. Ἐπεὶ πῶς υἱός τε ἀνθρώπου ἐστὶ καὶ ἐξ οὐρανοῦ καταβέβηκε; 40 Ὁ μακάριος Παῦλος γράφων Ἑβραίοις φησί· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ.» Ὅρα, ὡς υἱοθεσίας μὲν καὶ οἱ προφῆται ἠξιωμένοι, οὗτος δὲ ὁ, ἐν ᾧ ἐπ' ἐσχάτων ἡμῖν ὁ θεὸς λελάληκεν, οὐ θετὸς υἱός, ἀλλὰ φύσει· διὸ καὶ διῄρηται τῶν προφητῶν. Καὶ δῆλον· φησὶ γάρ· «Ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» Πῶς «κληρονόμος πάντων» γίνεται ὁ, «δι' οὗ τοὺς αἰῶνας ἐποίησε», εἰ μὴ θεὸς εἴη καὶ ἄνθρωπος; Καὶ καθὸ μὲν θεός, ποιητής ἐστι τῶν αἰώνων· καθὸ δὲ ἄνθρωπος, κληρονόμος καθίσταται· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ δι' ἑαυτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς δυνάμεως ἐν τοῖς ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Ὅρα, ὡς αὐτός ἐστιν «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως», «ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», οὗτος πάντων κληρονόμος καθίσταται καὶ τὸ τῶν ἀγγέλων ὑψηλότερον «κεκληρονόμηκεν ὄνομα». Πῶς οὖν ὁ αὐτὸς «ἀπαύγασμά τέ ἐστι τῆς δόξης» καὶ φέρει τὰ σύμπαντα καὶ κληρονόμος τῶν ἁπάντων καὶ τοῦ ὀνόματος καθίσταται, εἰ μὴ ὁ αὐτὸς θεὸς ὢν γέγονεν ἄνθρωπος; Οὐ γὰρ περὶ ἄλλου καὶ ἄλλου ταῦτα λέγεται, περὶ ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ υἱοῦ τοῦ θεοῦ, ἐν ᾧ «ἡμῖν ἐπ' ἐσχάτων ἐλάλησεν». 41 Ἐπὶ πᾶσι τούτοις τί μέγα καὶ καινὸν καὶ ἀπόκρυφον, ὃ ταῖς γενεαῖς οὐκ ἐγνωρίσθη; Ἢ ποῖος πλοῦτος ἢ ποία ἀπόρρητος σοφία ἢ ποία ἀγάπης ὑπερβολή, εἰ δι' ἀνθρώπου ἡ σωτηρία γεγένηται; Ἢ πῶς κένωσις καὶ ἐνανθρώπησις καὶ σάρκωσις λεχθείη τὸ τῆς οἰκονομίας μυστήριον, εἰ οὐ δι' υἱοῦ θεοῦ καὶ φύσει θεοῦ σεσώσμεθα, ἀλλ' ὑφ' ἑνὸς τῶν ὑπὸ φθορὰν χάριτι μεθ' ἡμῶν λαχόντος τὸ σῴζεσθαι; Εἰ δὲ καὶ μὴ κατὰ ἀλήθειαν ὁ φύσει υἱὸς τοῦ θεοῦ καὶ θεὸς γέγονεν ἄνθρωπος καὶ πάντα παθεῖν κατεδέξατο, ποῦ ἡ κένωσις; Πῶς ἑαυτὸν ἐταπείνωσε, ποία δὲ σάρκωσις τὸ μὴ γενέσθαι σάρκα; Εἰ δὲ καὶ ψιλῷ ἀνθρώπῳ λατρεύει νῦν μετὰ τῶν ἐπιγείων τὰ ἐπουράνια καὶ γόνυ κάμπτει, πῶς οὐκ εἰς τὸ χεῖρον κατέστη τὰ πράγματα; Πάλαι γὰρ ἄνθρωποι μόνον τῇ κτίσει ἐλάτρευον, νῦν δὲ καθ' ὑμᾶς σὺν τοῖς ἐπιγείοις καὶ καταχθονίοις καὶ τὰ ἐπουράνια. Ἀλλ' ὑμεῖς μὲν τὴν ἐλπίδα ἐπ' ἄνθρωπον ἔχοντες καὶ ἀνθρώπῳ χάριτι σεσωσμένῳ λατρεύοντες ἀνθρωπολάτραι δικαίως ἂν ὀνομάζοισθε. Ἡμεῖς δὲ προσκυνοῦμεν καὶ λατρεύομεν καὶ «πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ὁμοούσιον τῷ πατρί, πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ ἐπ' ἐσχάτων τῶν χρόνων σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον.» 42 Ὅτι δὲ ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας παρθένου καὶ σταυρωθεὶς αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ὁ προαιώνιος, μαρτυρεῖ πρῶτον μὲν ὁ τῶν προφητῶν θεῖος χορός. ∆αυὶδ μὲν γὰρ ἀνακέκραγε λέγων· «Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἰδοὺ πρὸς τὸν θεὸν διαλέγεται· «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας