ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως· καὶ πάλιν· Εἶπε τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ τοῦ Αἰθίοπος τοῦ εὐνούχου. Καὶ ὁ μὲν προφήτης Ἰεζεκιὴλ, αἰτιώμενος τὸν παλαιὸν λαὸν, ἔλεγε· Καὶ ἐλύπησάν με ἐν πᾶσι τούτοις, λέγει Κύριος. Ὁ δὲ Παῦλος γράφει τῷ νέῳ λαῷ· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Καὶ ὁ μὲν ∆αβὶδ περὶ τῶν Ἰουδαίων λέγει· Καὶ παρώξυναν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Ἡσαΐας περὶ αὐτῶν· Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. Καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσι λέγει· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν. Καὶ ὅτε μὲν λέγει ὁ Παῦλος περὶ Πατρός· Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁμοίως λέγει· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ὁ δὲ Κύριος τῷ Σατανᾷ λέγει περὶ ἑαυτοῦ· Οὐκ ἐκπειράσεις Κύριον, τὸν Θεόν σου· ὁ δὲ Πέτρος εἶπε πρὸς τὴν Σαπφείραν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Καὶ ὁ Θεὸς μέν ἐστιν ὁ περιέχων καὶ πληρῶν τὰ πάντα, ὡς καὶ διὰ τοῦ Ἡσαΐου λέγει· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· Ὁμοίως καὶ περὶ τοῦ Υἱοῦ γράφει ὁ Παῦλος. Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματός φησιν ὁ ∆αβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Τὸ δὲ εἰπεῖν αὐτόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἔδειξεν ἡμῖν καὶ τὸ ἅγιον Πνεῦμα εἶναι τὸ 1017 τὰ πάντα πληροῦν· Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Τίς δὲ παραγέγονεν εἰς τὸν ᾅδην εἰ μὴ ὁ Υἱὸς ὁ ἐκ νεκρῶν ἀναστάς; καὶ ὅτε μὲν λέγει ὁ Στέφανος ἐν ταῖς Πράξεσιν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ· τὰ αὐτὰ καὶ περὶ Υἱοῦ ὁ Παῦλος λέγει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ὁμοίως δὲ καὶ ὁ ∆αβὶδ λέγει· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μία γὰρ δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· Τὴν δόξαν μου, φησὶν ἡ Γραφὴ, ἑτέρῳ οὐ δώσω· οὐ γάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶ ὁ Πατὴρ ἐν Υἱῷ θεολογεῖται· καθὼς καὶ Ἡσαΐας λέγει θεολογῶν Υἱὸν σὺν Πατρί· Καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ πλὴν σοῦ Θεὸς οὐκ ἔστι. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ. Ἀντίκεινται δὲ αὐτῷ οἱ μὴ ὁμολογοῦντες αὐτὸν καὶ τὸ Πνεῦμα αὐτοῦ τῆς αὐτῆς τῷ Πατρὶ οὐσίας, καὶ πλὴν αὐτοῦ μὴ εἶναι Θεὸν, καὶ οἱ τὸ πάθος αὐτοῦ καὶ τὴν πτωχείαν ἐπαισχυνόμενοι. Οὐδεὶς γὰρ δύναται γνῶναι Θεὸν, ἐὰν μὴ τὸν σταυρωθέντα καὶ ἐκ νεκρῶν ἀναστάντα ὁμολογήσῃ σὺν τῷ ἀποστόλῳ Θωμᾷ Κύριον καὶ Θεὸν τὸν λέγοντα τοῖς ἀποστόλοις αὐτοῦ· Εἰ γὰρ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου. Καὶ πῶς σὺ λέγεις· ∆εῖξον ἡμῖν τὸν Πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὁ δὲ Πατήρ μου ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἔργον δὲ ἦν τοῦ Θεοῦ Πατρὸς τὸ ἐκβάλλειν τὰ δαιμόνια· ἐν Πνεύματι δὲ ἁγίῳ εἶπεν ἐκβάλλειν τὰ δαιμόνια· Εἰ δὲ ἐγὼ, φησὶν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· Περὶ οὗ ὁ Λουκᾶς φησιν·