1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

10

ἁπλῶς καὶ μάτην γέγονεν ἄνθρωπος ἢ τινὸς ἕνεκεν· εἰ δὲ τινὸς ἕνεκεν, πότερον ἐπὶ τῷ γενόμενον αὐτὸν ζῆν καὶ διαμένειν καθ' ἣν ἐγένετο φύσιν ἢ διὰ χρείαν τινός· εἰ δὲ κατὰ χρείαν, ἤτοι τὴν αὐτοῦ τοῦ ποιήσαντος ἢ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων καὶ πλείονος φροντίδος ἠξιωμένων. ὃ δὴ καὶ κοινότερον σκοποῦντες εὑρίσκομεν ὅτι πᾶς εὖ φρονῶν καὶ λογικῇ κρίσει πρὸς τὸ ποιεῖν τι κινούμενος οὐδὲν ὧν κατὰ πρόθεσιν ἐνεργεῖ ποιεῖ μάτην, ἀλλ' ἤτοι τῆς ἰδίας ἕνεκεν χρήσεως ἢ διὰ χρείαν ἄλλου τινὸς ὧν πεφρόντικεν ἢ δι' αὐτὸ τὸ γινόμενον, ὁλκῇ τινι φυσικῇ καὶ στοργῇ πρὸς τὴν αὐτοῦ γένεσιν κινούμενος· οἷον (λεγέσθω γὰρ δι' εἰκόνος τινὸς, ἵνα σαφὲς γένηται τὸ προκείμενον) ἄνθρωπος ποιεῖ μὲν οἶκον διὰ τὴν ἰδίαν χρείαν, ποιεῖ δὲ βουσὶ καὶ καμήλοις ἢ τοῖς ἄλλοις ζῴοις, ὧν ἐστιν ἐνδεής, τὴν ἑκάστῳ τούτων ἁρμόζουσαν σκέπην οὐκ ἰδίας ἕνεκεν χρήσεως κατὰ τὸ φαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ τέλος διὰ τοῦτο, κατὰ δὲ τὸ προσεχὲς διὰ τὴν τούτων ὧν πεφρόντικεν ἐπιμέ- λειαν· ποιεῖται δὲ καὶ παῖδας οὔτε διὰ χρείαν ἰδίαν οὔτε δι' ἕτερόν τι τῶν αὐτῷ προσηκόντων, ἀλλ' ἐπὶ τῷ εἶναί τε καὶ διαμένειν καθόσον οἷόν τε τοὺς ὑπ' αὐτοῦ γεννωμένους, τῇ τῶν παίδων καὶ τῶν ἐγγόνων διαδοχῇ τὴν ἑαυτοῦ τελευτὴν παραμυθούμενος καὶ ταύτῃ τὸ θνητὸν ἀπαθανατίζειν οἰόμενος. ἀλλὰ ταῦτα μὲν ὑπὸ τούτων· ὁ μέντοι θεὸς οὔτ' ἂν μάτην ἐποίησεν τὸν ἄνθρωπον· ἔστι γὰρ σοφός, οὐδὲν δὲ σοφίας ἔργον μάταιον· οὔτε διὰ χρείαν ἰδίαν· παντὸς γάρ ἐστιν ἀπροσδεής, τῷ δὲ μηδενὸς δεομένῳ τὸ παράπαν οὐδὲν τῶν ὑπ' αὐτοῦ γενομένων συντελέσειεν ἂν εἰς χρείαν ἰδίαν. ἀλλ' οὐδὲ διά τινα τῶν ὑπ' αὐτοῦ γενομένων ἔργων ἐποίησεν ἄνθρωπον. οὐδὲν γὰρ τῶν λόγῳ καὶ κρίσει χρωμένων οὔτε τῶν μειζόνων οὔτε τῶν καταδεεστέρων γέγονεν ἢ γίνεται πρὸς ἑτέρου χρείαν, ἀλλὰ διὰ τὴν ἰδίαν αὐτῶν τῶν γενομένων ζωήν τε καὶ διαμονήν. οὐδὲ γὰρ ὁ λόγος εὑρίσκει τινὰ χρείαν τῆς τῶν ἀνθρώπων γενέσεως αἰτίαν, τῶν μὲν ἀθανάτων ἀνενδεῶν ὄντων καὶ μηδεμιᾶς μηδαμῶς παρ' ἀνθρώπων συντελείας πρὸς τὸ εἶναι δεομένων, τῶν δὲ ἀλόγων ἀρχομένων κατὰ φύσιν καὶ τὰς πρὸς ὃ πέφυκεν ἕκαστον χρείας ἀνθρώποις ἀπο- πληρούντων ἀλλ' οὐκ αὐτῶν τούτοις χρῆσθαι πεφυκότων· θέμις γὰρ οὔτε ἦν οὔτε ἐστὶ τὸ ἄρχον καὶ ἡγεμονοῦν ὑπάγειν εἰς χρῆσιν τοῖς ἐλάττοσιν ἢ τὸ λογικὸν ὑποτάττειν ἀλόγοις, οὖσιν πρὸς τὸ ἄρχειν ἀνεπιτηδείοις. οὐκοῦν εἰ μήτε ἀναιτίως καὶ μάτην γέγονεν ἄνθρωπος (οὐδὲν γὰρ τῶν ὑπὸ θεοῦ γενομένων μάταιον κατά γε τὴν τοῦ ποιήσαντος γνώμην) μήτε χρείας ἕνεκεν αὐτοῦ τοῦ ποιήσαντος ἢ ἄλλου τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ποιημάτων, εὔδηλον ὅτι κατὰ μὲν τὸν πρῶτον καὶ κοινότερον λόγον δι' ἑαυτὸν καὶ τὴν ἐπὶ πάσης τῆς δημιουργίας θεωρουμένην ἀγαθότητα καὶ σοφίαν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, κατὰ δὲ τὸν προσεχέστερον τοῖς γενομένοις λόγον διὰ τὴν αὐτῶν τῶν γενομένων ζωὴν, οὐκ